Orthodox Study
Septuagint translators

Psalms 128

Septuagint

CC BY-NC-SA 4.0Served

¶1

ᾠδὴ τῶν ἀναβαθμῶν πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου εἰπάτω δὴ Ισραηλ

¶2

πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι

¶3

ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν

¶4

κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν

¶5

αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιων

¶6

γενηθήτωσαν ὡς χόρτος δωμάτων ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη

¶7

οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων

¶8

καὶ οὐκ εἶπαν οἱ παράγοντες εὐλογία κυρίου ἐφ᾿ ὑμᾶς εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου

Edition lxx-rahlfs-1935.

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text