Orthodox Study
Septuagint translators

Isaiah 12

Septuagint

CC BY-NC-SA 4.0Served

¶1

καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εὐλογήσω σε κύριε διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με

¶2

ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν

¶3

καὶ ἀντλήσετε ὕδωρ μετ᾿ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου

¶4

καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑμνεῖτε κύριον βοᾶτε τὸ ὄνομα αὐτοῦ ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ

¶5

ὑμνήσατε τὸ ὄνομα κυρίου ὅτι ὑψηλὰ ἐποίησεν ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ

¶6

ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιων ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ισραηλ ἐν μέσῳ αὐτῆς

Edition lxx-rahlfs-1935.

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text