¶1
προσευχὴ Συμεων
¶2
νῦν ἀπολύεις τὸν δοῦλόν σου δέσποτα κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ
¶3
ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου
¶4
ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν
¶5
φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ισραηλ
Edition lxx-rahlfs-1935.