Old Testament
Joshua 14
1These are the areas which the children of Israel inherited in the land of Canaan, which Eleazar the priest, Joshua the son of Nun, and the heads of the fathers of the tribes of the children of Israel distributed as an inheritance to them.
καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ισραηλ ἐν τῇ γῇ Χανααν οἷς κατεκληρονόμησεν αὐτοῖς Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ισραηλ
2Their inheritance was by lot, as the Lord commanded by the hand of Joshua for the nine tribes and the half-tribe.
κατὰ κλήρους ἐκληρονόμησαν ὃν τρόπον ἐνετείλατο κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς
3For Moses had given the inheritance of the two tribes and the half-tribe on the other side of the Jordan; but to the Levites he had given no inheritance among them.
ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ τοῖς Λευίταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς
4For the children of Joseph were two tribes, Manasseh and Ephraim; and they gave no part to the Levites in the land, except cities to dwell in, with common-lands for their livestock and their property.
ὅτι ἦσαν οἱ υἱοὶ Ιωσηφ δύο φυλαί Μανασση καὶ Εφραιμ καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις ἀλλ᾿ ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν
5As the Lord had commanded Moses, so the children of Israel did; and they divided the land.
ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐμέρισαν τὴν γῆν
6Then the children of Judah came to Joshua in Gilgal, and Caleb the son of Jephunneh the Kenezite said to him, 'You know what the Lord said to Moses the man of God concerning myself and you in Kadesh Barnea.
καὶ προσήλθοσαν οἱ υἱοὶ Ιουδα πρὸς Ἰησοῦν ἐν Γαλγαλ καὶ εἶπεν πρὸς αὐτὸν Χαλεβ ὁ τοῦ Ιεφοννη ὁ Κενεζαῖος σὺ ἐπίστῃ τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Καδης Βαρνη
7For I was forty years old when Moses the servant of God sent me from Kadesh Barnea to spy out the land, and I brought back word to him as he wished,
τεσσαράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέν με Μωυσῆς ὁ παῖς τοῦ θεοῦ ἐκ Καδης Βαρνη κατασκοπεῦσαι τὴν γῆν καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ
8but my brothers who went up with me turned aside the heart of the people, while I continued to follow the Lord my God.
οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ᾿ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι κυρίῳ τῷ θεῷ μου
9So Moses swore on that day, saying, 'The land on which you set foot shall be an inheritance for you and your children forever, because you continued to follow the Lord our God.'
καὶ ὤμοσεν Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων ἡ γῆ ἐφ᾿ ἣν ἐπέβης σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω κυρίου τοῦ θεοῦ ἡμῶν
10Now the Lord has sustained me, as He said, these forty-five years, since the Lord spoke this word to Moses, and Israel wandered in the desert; and now behold I am eighty-five years old today.
καὶ νῦν διέθρεψέν με κύριος ὃν τρόπον εἶπεν τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ᾿ οὗ ἐλάλησεν κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν
11I am still as strong today as when Moses sent me, as strong now to go out and come in for war.
ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυσῆς ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον
12Now therefore, I ask you for this mountain, as the Lord said in that day, since you heard this word in that day. For now the Anakim are there with large and fortified cities; therefore, if the Lord is with me, I will utterly destroy them, as the Lord said to me.'
καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ νυνὶ δὲ οἱ Ενακιμ ἐκεῖ εἰσιν πόλεις ὀχυραὶ καὶ μεγάλαι ἐὰν οὖν κύριος μετ᾿ ἐμοῦ ᾖ ἐξολεθρεύσω αὐτούς ὃν τρόπον εἶπέν μοι κύριος
13So Joshua blessed him, and gave Hebron to Caleb the Son of Jephunneh, the son of Kenez, as an inheritance.
καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς καὶ ἔδωκεν τὴν Χεβρων τῷ Χαλεβ υἱῷ Ιεφοννη υἱοῦ Κενεζ ἐν κλήρῳ
14Therefore Hebron became the inheritance of Caleb the son of Jephunneh the Kenezite to this day, because he followed the command of the Lord God of Israel.
διὰ τοῦτο ἐγενήθη ἡ Χεβρων τῷ Χαλεβ τῷ τοῦ Ιεφοννη τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι κυρίου θεοῦ Ισραηλ
15But the name of Hebron was formerly Kirjath Arba, the capital of the Anakim. Then the land rested from war.
τὸ δὲ ὄνομα τῆς Χεβρων ἦν τὸ πρότερον πόλις Αρβοκ μητρόπολις τῶν Ενακιμ αὕτη καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου