Orthodox Study

Old Testament

Exodus 5

1Now after this Moses and Aaron went and spoke to Pharaoh, 'Thus says the Lord God of Israel: 'Let My people go, so they may hold a feast to Me in the desert.' '

καὶ μετὰ ταῦτα εἰσῆλθεν Μωυσῆς καὶ Ααρων πρὸς Φαραω καὶ εἶπαν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ

2Then Pharaoh said, 'Who is He, that I should obey His voice to let Israel go? I do not know the Lord, nor will I let Israel go.'

καὶ εἶπεν Φαραω τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ισραηλ οὐκ ἐξαποστέλλω

3So they said, 'The God of the Hebrews has called us to Him. Let us go three days' journey into the desert and sacrifice to the Lord our God, lest at any time death or slaughter happen to us.'

καὶ λέγουσιν αὐτῷ ὁ θεὸς τῶν Εβραίων προσκέκληται ἡμᾶς πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον ὅπως θύσωμεν τῷ θεῷ ἡμῶν μήποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος

4Then the king of Egypt said to them, 'Why, Moses and Aaron, do you take the people from their work? Get back to your work.'

καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου ἵνα τί Μωυσῆ καὶ Ααρων διαστρέφετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων ἀπέλθατε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ

5Again Pharaoh said, 'Look, the people of the land are many now, so let us not give them rest from their work.'

καὶ εἶπεν Φαραω ἰδοὺ νῦν πολυπληθεῖ ὁ λαός μὴ οὖν καταπαύσωμεν αὐτοὺς ἀπὸ τῶν ἔργων

6So the same day Pharaoh commanded the taskmasters of the people and their clerks, saying,

συνέταξεν δὲ Φαραω τοῖς ἐργοδιώκταις τοῦ λαοῦ καὶ τοῖς γραμματεῦσιν λέγων

7'You shall no longer give the people straw to make bricks as yesterday and the day before. Let them go and gather straw for themselves.

οὐκέτι προστεθήσεται διδόναι ἄχυρον τῷ λαῷ εἰς τὴν πλινθουργίαν καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν αὐτοὶ πορευέσθωσαν καὶ συναγαγέτωσαν ἑαυτοῖς ἄχυρα

8Furthermore, you shall lay on them a daily quota of bricks they are to do each day. You shall hold them to it. You shall not reduce it, for they are loafers; therefore they cry out, saying, 'Let us go and sacrifice to our God.'

καὶ τὴν σύνταξιν τῆς πλινθείας ἧς αὐτοὶ ποιοῦσιν καθ᾿ ἑκάστην ἡμέραν ἐπιβαλεῖς αὐτοῖς οὐκ ἀφελεῖς οὐδέν σχολάζουσιν γάρ διὰ τοῦτο κεκράγασιν λέγοντες πορευθῶμεν καὶ θύσωμεν τῷ θεῷ ἡμῶν

9Let the labors of these men be oppressive and cause them anxiety; and let them not pay attention to empty words.'

βαρυνέσθω τὰ ἔργα τῶν ἀνθρώπων τούτων καὶ μεριμνάτωσαν ταῦτα καὶ μὴ μεριμνάτωσαν ἐν λόγοις κενοῖς

10So the taskmasters of the people and their clerks went out and spoke to the people, saying, 'Thus says Pharaoh: 'I will not give you straw.

κατέσπευδον δὲ αὐτοὺς οἱ ἐργοδιῶκται καὶ οἱ γραμματεῖς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες τάδε λέγει Φαραω οὐκέτι δίδωμι ὑμῖν ἄχυρα

11Go, get it yourselves wherever you can find it; yet nothing will be reduced from your workload.' '

αὐτοὶ ὑμεῖς πορευόμενοι συλλέγετε ἑαυτοῖς ἄχυρα ὅθεν ἐὰν εὕρητε οὐ γὰρ ἀφαιρεῖται ἀπὸ τῆς συντάξεως ὑμῶν οὐθέν

12The people were then dispersed throughout all the land of Egypt to gather stubble for straw.

καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλῃ Αἰγύπτῳ συναγαγεῖν καλάμην εἰς ἄχυρα

13The taskmasters also forced them to hurry, saying, 'Fulfill your daily quota of work as when straw was given you.'

οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς λέγοντες συντελεῖτε τὰ ἔργα τὰ καθήκοντα καθ᾿ ἡμέραν καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμῖν

14Also the clerks from the race of the children of Israel, whom Pharaoh's taskmasters set over them, were beaten and questioned, 'Why have you not fulfilled your task in making bricks both yesterday and the day before, and also today?'

καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν Ισραηλ οἱ κατασταθέντες ἐπ᾿ αὐτοὺς ὑπὸ τῶν ἐπιστατῶν τοῦ Φαραω λέγοντες διὰ τί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινθείας καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν καὶ τὸ τῆς σήμερον

15Then the clerks of Israel's sons entered and cried out to Pharaoh, saying, 'Why are you dealing thus with your servants?

εἰσελθόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ κατεβόησαν πρὸς Φαραω λέγοντες ἵνα τί οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις

16No straw is given your servants, and they say to us, 'Make bricks!' and indeed, your servants are beaten, but the fault is with your own people.'

ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου καὶ τὴν πλίνθον ἡμῖν λέγουσιν ποιεῖν καὶ ἰδοὺ οἱ παῖδές σου μεμαστίγωνται ἀδικήσεις οὖν τὸν λαόν σου

17But he said, 'You are loafers! You are loafers! Therefore you say, 'Let us go and sacrifice to the Lord.'

καὶ εἶπεν αὐτοῖς σχολάζετε σχολασταί ἐστε διὰ τοῦτο λέγετε πορευθῶμεν θύσωμεν τῷ θεῷ ἡμῶν

18Now therefore, go and work; for no straw shall be given you; yet you shall deliver the quota of bricks.'

νῦν οὖν πορευθέντες ἐργάζεσθε τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑμῖν καὶ τὴν σύνταξιν τῆς πλινθείας ἀποδώσετε

19So the clerks from the children of Israel saw they were in trouble after it was said, 'You shall not reduce any bricks from your daily quota.'

ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες οὐκ ἀπολείψετε τῆς πλινθείας τὸ καθῆκον τῇ ἡμέρᾳ

20Then as they departed from Pharaoh, they met Moses and Aaron, who stood there to meet them.

συνήντησαν δὲ Μωυσῇ καὶ Ααρων ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς ἐκπορευομένων αὐτῶν ἀπὸ Φαραω

21They said to them, 'Let the Lord look on you and judge, because you have made us abhorrent in the sight of Pharaoh and in the sight of his servants, to put a sword in his hand to kill us.'

καὶ εἶπαν αὐτοῖς ἴδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς

22So Moses returned to the Lord and said, 'O Lord, why have You brought trouble on this people? Why is it You sent me?

ἐπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν κύριε διὰ τί ἐκάκωσας τὸν λαὸν τοῦτον καὶ ἵνα τί ἀπέσταλκάς με

23From the time I went to Pharaoh to speak in Your name, he has afflicted this people; neither have You delivered Your people at all.'

καὶ ἀφ᾿ οὗ πεπόρευμαι πρὸς Φαραω λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι ἐκάκωσεν τὸν λαὸν τοῦτον καὶ οὐκ ἐρρύσω τὸν λαόν σου

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text