Old Testament
Exodus 10
1Now the Lord said to Moses, 'Go in to Pharaoh; for I have hardened his heart and the heart of his servants, that these signs may come upon them;
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων εἴσελθε πρὸς Φαραω ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ᾿ αὐτούς
2and that you may tell in the hearing of your children and your children's children, in how many things I mocked the Egyptians, and My wonders I wrought among them; and you shall know I am the Lord.'
ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις καὶ τὰ σημεῖά μου ἃ ἐποίησα ἐν αὐτοῖς καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος
3So Moses and Aaron came in to Pharaoh and said to him, 'Thus says the Lord God of the Hebrews: 'How long will you refuse to humble yourself before Me? Let My people go so they may serve Me.
εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἶπαν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων ἕως τίνος οὐ βούλει ἐντραπῆναί με ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι
4Or else, if you refuse to let My people go, behold, tomorrow I will bring an abundance of locusts into your territory.
ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου
5And they shall cover the face of the earth, so no one will be able to see the earth; and they shall eat the residue of what is left of the land's abundance which remains to you from the hail, and they shall eat every tree which grows up for you out of the field.
καὶ καλύψει τὴν ὄψιν τῆς γῆς καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς
6They shall fill your houses, the houses of all your servants, and the houses of all the Egyptians—which neither your fathers nor their forefathers saw, since the day they were on the earth to this day.' ' So Moses turned and went out from Pharaoh.
καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν ἀφ᾿ ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ Φαραω
7Then Pharaoh's servants said to him, 'How long shall this man be a snare to us? Let the men go so they may serve their God. Do you not yet know Egypt is destroyed?'
καὶ λέγουσιν οἱ θεράποντες Φαραω πρὸς αὐτόν ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον ἐξαπόστειλον τοὺς ἀνθρώπους ὅπως λατρεύσωσιν τῷ θεῷ αὐτῶν ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος
8So Moses and Aaron were brought again to Pharaoh, and he said to them, 'Go, serve the Lord your God, but who are the ones going?'
καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ Ααρων πρὸς Φαραω καὶ εἶπεν αὐτοῖς πορεύεσθε καὶ λατρεύσατε τῷ θεῷ ὑμῶν τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι
9Moses replied, 'We will go with our young and old; with our sons and daughters, with our sheep and oxen, for we must hold a feast to the Lord.'
καὶ λέγει Μωυσῆς σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα σὺν τοῖς υἱοῖς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμῶν ἔστιν γὰρ ἑορτὴ κυρίου τοῦ θεοῦ ἡμῶν
10Then he said to them, 'Let the Lord be with you when I let you and your little ones go, but not your belongings, for evil lies before you.
καὶ εἶπεν πρὸς αὐτούς ἔστω οὕτως κύριος μεθ᾿ ὑμῶν καθότι ἀποστέλλω ὑμᾶς μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν ἴδετε ὅτι πονηρία πρόκειται ὑμῖν
11Not so, but let the men go and serve God, for that is what you desired.' Then they were driven out from Pharaoh's presence.
μὴ οὕτως πορευέσθωσαν δὲ οἱ ἄνδρες καὶ λατρεύσατε τῷ θεῷ τοῦτο γὰρ αὐτοὶ ζητεῖτε ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραω
12Then the Lord said to Moses, 'Stretch out your hand over the land of Egypt, and let the locusts come upon the land of Egypt and eat every herb of the land—everything the hail left.'
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃν ὑπελίπετο ἡ χάλαζα
13So Moses stretched out his rod toward heaven, and the Lord brought a south wind on the land all that day and night. When it was morning, the south wind brought the locusts;
καὶ ἐπῆρεν Μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα τὸ πρωὶ ἐγενήθη καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβεν τὴν ἀκρίδα
14and the locusts went up over all the land of Egypt and rested in very great abundance on all the territory of Egypt. Previously there were no such locusts as they, nor shall there be such after them.
καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως
15For they covered the face of the land, and the land was wasted. They ate every herb of the land and all the fruit of the trees left by the hail. There remained nothing green on the trees or on the plants of the field throughout all the land of Egypt.
καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ ἐφθάρη ἡ γῆ καὶ κατέφαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου ἐν πάσῃ γῇ Αἰγύπτου
16Then Pharaoh called for Moses and Aaron in haste, and said, 'I have sinned against the Lord your God and against you.
κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυσῆν καὶ Ααρων λέγων ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς
17Now therefore, pardon my sin yet this time, and pray to the Lord your God that He take away from me this death.'
προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν καὶ περιελέτω ἀπ᾿ ἐμοῦ τὸν θάνατον τοῦτον
18So Moses went out from Pharaoh and prayed to God.
ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν
19Then the Lord brought in from the opposite direction a strong wind from the sea, which took the locusts away and blew them into the Red Sea. There remained not one locust in all the territory of Egypt.
καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου
20But the Lord hardened Pharaoh's heart, and he did not let the children of Israel go.
καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ
21Then the Lord said to Moses, 'Stretch out your hand toward heaven and let there be darkness over the land of Egypt, a darkness that may be felt.'
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν καὶ γενηθήτω σκότος ἐπὶ γῆν Αἰγύπτου ψηλαφητὸν σκότος
22So Moses stretched out his hand toward heaven, and there was thick darkness in all the land of Egypt for three days.
ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας
23No one saw his brother for three days; nor did anyone rise from his bed for three days. But all the children of Israel had light in their dwellings.
καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας πᾶσι δὲ τοῖς υἱοῖς Ισραηλ ἦν φῶς ἐν πᾶσιν οἷς κατεγίνοντο
24Then Pharaoh called to Moses and said, 'Go, serve the Lord your God; only let your sheep and oxen be kept back. Let your belongings also go with you.'
καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων λέγων βαδίζετε λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσθε καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ᾿ ὑμῶν
25But Moses said, 'No, but you must give us whole burnt offerings and sacrifices that we may sacrifice to the Lord our God.
καὶ εἶπεν Μωυσῆς ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃ ποιήσομεν κυρίῳ τῷ θεῷ ἡμῶν
26Thus our cattle shall go with us; not a hoof shall be left behind. For we must take some of them to serve the Lord our God, and even we do not know in what manner we shall serve the Lord our God until we arrive there.'
καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ᾿ ἡμῶν καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν ἀπ᾿ αὐτῶν γὰρ λημψόμεθα λατρεῦσαι κυρίῳ τῷ θεῷ ἡμῶν ἡμεῖς δὲ οὐκ οἴδαμεν τί λατρεύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ
27But the Lord hardened Pharaoh's heart, and he would not let them go.
ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς
28Then Pharaoh said to him, 'Depart from me. Take heed to yourself that you see my face no more. For in the day you see my face, you shall die.'
καὶ λέγει Φαραω ἄπελθε ἀπ᾿ ἐμοῦ πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον ᾗ δ᾿ ἂν ἡμέρᾳ ὀφθῇς μοι ἀποθανῇ
29So Moses said, 'You have spoken well. I will never see your face again.'
λέγει δὲ Μωυσῆς εἴρηκας οὐκέτι ὀφθήσομαί σοι εἰς πρόσωπον