Orthodox Study

Old Testament

Exodus 33

1Now the Lord said to Moses, 'Depart, go up from here, you and the people you brought out of the land of Egypt, to the land I swore to Abraham, Isaac, and Jacob, saying, 'To your seed I will give it.'

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν πορεύου ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν

2I will send My Angel before your face, and I will drive out the Amorite, the Hittite, the Perizzite, the Gergesite, the Hivite, the Jebusite, and the Canaanite.

καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου καὶ ἐκβαλεῖ τὸν Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον

3I will bring you into a land flowing with milk and honey; for I will not go up in your midst, lest I consume you on the way, for you are a stiff-necked people.'

καὶ εἰσάξω σε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι οὐ γὰρ μὴ συναναβῶ μετὰ σοῦ διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι ἵνα μὴ ἐξαναλώσω σε ἐν τῇ ὁδῷ

4When the people heard this bad news, they mourned in lamentations.

καὶ ἀκούσας ὁ λαὸς τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο κατεπένθησαν ἐν πενθικοῖς

5For the Lord said to the children of Israel, 'You are a stiff-necked people. Beware, lest I inflict another plague on you and consume you. Now therefore, take off your bright clothes and ornaments, and I will show you what I will do.'

καὶ εἶπεν κύριος τοῖς υἱοῖς Ισραηλ ὑμεῖς λαὸς σκληροτράχηλος ὁρᾶτε μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφ᾿ ὑμᾶς καὶ ἐξαναλώσω ὑμᾶς νῦν οὖν ἀφέλεσθε τὰς στολὰς τῶν δοξῶν ὑμῶν καὶ τὸν κόσμον καὶ δείξω σοι ἃ ποιήσω σοι

6So the children of Israel stripped themselves of their bright clothes and ornaments by Mount Horeb.

καὶ περιείλαντο οἱ υἱοὶ Ισραηλ τὸν κόσμον αὐτῶν καὶ τὴν περιστολὴν ἀπὸ τοῦ ὄρους τοῦ Χωρηβ

7Moses then took his tent and pitched it outside the camp, far from the camp, and called it the tabernacle of testimony. Thus it came to pass that everyone who sought the Lord went out to the tabernacle of testimony, which was outside the camp.

καὶ λαβὼν Μωυσῆς τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ἔξω τῆς παρεμβολῆς μακρὰν ἀπὸ τῆς παρεμβολῆς καὶ ἐκλήθη σκηνὴ μαρτυρίου καὶ ἐγένετο πᾶς ὁ ζητῶν κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς

8So it was, whenever Moses went out to the tabernacle, which was outside the camp, all the people rose, and each man stood at his tent door and watched Moses until he went into the tabernacle.

ἡνίκα δ᾿ ἂν εἰσεπορεύετο Μωυσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς εἱστήκει πᾶς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνήν

9Now it came to pass, when Moses entered the tabernacle, that the pillar of cloud descended and stood at the door of the tabernacle, and God talked to Moses.

ὡς δ᾿ ἂν εἰσῆλθεν Μωυσῆς εἰς τὴν σκηνήν κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς καὶ ἐλάλει Μωυσῇ

10All the people saw the pillar of cloud standing at the tabernacle door, and all the people rose and worshiped, each man at his tent door.

καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ

11Thus the Lord spoke to Moses face to face, as a man speaks to his friend. Then he would return to the camp, but his servant Joshua the son of Nun, a young man, did not depart from the tabernacle.

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυη νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς

12Then Moses said to the Lord, 'Behold, You say to me, 'Bring up this people.' But You have not let me know whom You will send with me. Yet You have said, 'I know you above all, and you have also found grace in My sight.'

καὶ εἶπεν Μωυσῆς πρὸς κύριον ἰδοὺ σύ μοι λέγεις ἀνάγαγε τὸν λαὸν τοῦτον σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποστελεῖς μετ᾿ ἐμοῦ σὺ δέ μοι εἶπας οἶδά σε παρὰ πάντας καὶ χάριν ἔχεις παρ᾿ ἐμοί

13Now therefore, I pray, if I have found grace in Your sight, reveal Yourself to me, that I may see You clearly and find grace in Your sight, and know this great nation is Your people.'

εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου ἐμφάνισόν μοι σεαυτόν γνωστῶς ἴδω σε ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο

14So He said, 'I Myself will go before you and give you rest.'

καὶ λέγει αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε

15Then he said to Him, 'If You Yourself do not go up with us, do not bring us up from here.

καὶ λέγει πρὸς αὐτόν εἰ μὴ αὐτὸς σὺ πορεύῃ μή με ἀναγάγῃς ἐντεῦθεν

16For how then will it be known that Your people and I found grace in Your sight, except You go with us? So both I and Your people shall be glorified beyond all the nations on the earth.'

καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοί ἐγώ τε καὶ ὁ λαός σου ἀλλ᾿ ἢ συμπορευομένου σου μεθ᾿ ἡμῶν καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ τῆς γῆς ἐστιν

17The Lord then said to Moses, 'I will also do this thing you have spoken; for you have found grace in My sight, and I know you above all.'

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω εὕρηκας γὰρ χάριν ἐνώπιόν μου καὶ οἶδά σε παρὰ πάντας

18Moses replied, 'Reveal Yourself to me.'

καὶ λέγει δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν

19Then God said, 'I will pass before you in My glory, and I will proclaim My name, the Lord, before you. I will have mercy on whom I will have mercy, and I will have compassion on whom I will have compassion.'

καὶ εἶπεν ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου καὶ καλέσω ἐπὶ τῷ ὀνόματί μου κύριος ἐναντίον σου καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω

20But He said, 'You cannot see My face; for no man can see My face and live.'

καὶ εἶπεν οὐ δυνήσῃ ἰδεῖν μου τὸ πρόσωπον οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται

21Moreover, the Lord said, 'Here is a place by Me: you shall stand on the rock.

καὶ εἶπεν κύριος ἰδοὺ τόπος παρ᾿ ἐμοί στήσῃ ἐπὶ τῆς πέτρας

22So it shall be, while My glory passes by, that I will put you in the cleft of the rock, and will cover you with My hand while I pass by.

ἡνίκα δ᾿ ἂν παρέλθῃ μου ἡ δόξα καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ ἕως ἂν παρέλθω

23Then I will take away My hand, and you shall see My back; but My face shall not be seen.'

καὶ ἀφελῶ τὴν χεῖρα καὶ τότε ὄψῃ τὰ ὀπίσω μου τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text