Orthodox Study

Old Testament

Baruch 5

1O Jerusalem, take off the garment of your sorrow and your oppression, and put on the beauty from the God of glory forever.

ἔκδυσαι Ιερουσαλημ τὴν στολὴν τοῦ πένθους καὶ τῆς κακώσεώς σου καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ θεοῦ δόξης εἰς τὸν αἰῶνα

2Put around you the double robe of righteousness from God; set upon your head the diadem of the glory of the Eternal One.

περιβαλοῦ τὴν διπλοΐδα τῆς παρὰ τοῦ θεοῦ δικαιοσύνης ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλήν σου τῆς δόξης τοῦ αἰωνίου

3For God will show your brightness to every nation under heaven,

ὁ γὰρ θεὸς δείξει τῇ ὑπ᾿ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα

4for your name will forever be called by God the Peace of Righteousness and the Glory of Godliness.

κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ θεοῦ εἰς τὸν αἰῶνα εἰρήνη δικαιοσύνης καὶ δόξα θεοσεβείας

5Arise, O Jerusalem, stand upon the heights and look eastward, and behold your children being gathered together by the word of the Holy One, rejoicing in the remembrance of God.

ἀνάστηθι Ιερουσαλημ καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἰδέ σου συνηγμένα τὰ τέκνα ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντας τῇ τοῦ θεοῦ μνείᾳ

6For they went out from you on foot, being led away by their enemies. But God will return them being carried back with glory, as on the throne of a kingdom.

ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν εἰσάγει δὲ αὐτοὺς ὁ θεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας

7For God commanded every high mountain and the everlasting hills to be made low, and all the valleys to be filled until made level, so that Israel may walk safely in the glory of God;

συνέταξεν γὰρ ὁ θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν καὶ θῖνας ἀενάους καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς ἵνα βαδίσῃ Ισραηλ ἀσφαλῶς τῇ τοῦ θεοῦ δόξῃ

8and at the command of God, the woods and every fragrant tree have shaded Israel.

ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ισραηλ προστάγματι τοῦ θεοῦ

9For God will lead Israel with joy in the light of His glory, with mercy and righteousness that come from Him.

ἡγήσεται γὰρ ὁ θεὸς Ισραηλ μετ᾿ εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρ᾿ αὐτοῦ

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text