Orthodox Study

Old Testament

Baruch 2

1So the Lord confirmed His word which He proclaimed against us, and against our judges who judged Israel, and our kings and rulers, and against every man of Israel and Judah.

καὶ ἔστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὸν Ισραηλ καὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν καὶ ἐπὶ ἄνθρωπον Ισραηλ καὶ Ιουδα

2As can be seen in what was written in the law of Moses, there has been nothing comparable anywhere, under all the heavens, as to that which has been done in Jerusalem:

οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ καθὰ ἐποίησεν ἐν Ιερουσαλημ κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ

3that a man eat the flesh of his son and the flesh of his daughter.

τοῦ φαγεῖν ἡμᾶς ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ

4He put them under subjection to all the kingdoms around us, to be a reproach and a desolation among all the nations around about us where the Lord scattered them.

καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν εἰς ὀνειδισμὸν καὶ εἰς ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ οὗ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖ

5And because we sinned against the Lord our God and did not obey His voice, we have been brought low and have not been exalted.

καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω ὅτι ἡμάρτομεν κυρίῳ θεῷ ἡμῶν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ

6'To the Lord our God belongs righteousness, but to us and our fathers shame on our faces, as at this day.

τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη

7All these calamities that the Lord proclaimed against us have come upon us.

ἃ ἐλάλησεν κύριος ἐφ᾿ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα ἦλθεν ἐφ᾿ ἡμᾶς

8But we did not pray before the presence of the Lord, to turn each one away from the purposes of his wicked heart.

καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς

9And the Lord has watched over the evils, and the Lord brings these upon us, for the Lord is righteous in all His works which He commands us.

καὶ ἐγρηγόρησεν κύριος ἐπὶ τοῖς κακοῖς καὶ ἐπήγαγε κύριος ἐφ᾿ ἡμᾶς ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ ἃ ἐνετείλατο ἡμῖν

10But we have not obeyed His voice, to conduct our lives in those commandments of the Lord that He set before us.

καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ πορεύεσθαι τοῖς προστάγμασιν κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν

11'And now, O Lord God of Israel, who with a mighty hand led Your people out of the land of Egypt with signs and wonders, with great power and with outstretched arm, and made a name for Yourself then, as it continues to this day,

καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη

12we have sinned and acted ungodly, we have acted unrighteously, O Lord our God, against all Your commandments.

ἡμάρτομεν ἠσεβήσαμεν ἠδικήσαμεν κύριε ὁ θεὸς ἡμῶν ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου

13Let Your wrath turn away from us, for only a few of us remain within the nations where You scattered us.

ἀποστραφήτω ὁ θυμός σου ἀφ᾿ ἡμῶν ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ

14O Lord, hear our prayer and our petition, and for Your own sake deliver us, and grant us mercy before those who have carried us into exile,

εἰσάκουσον κύριε τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς

15in order that the whole earth may come to know that You are the Lord our God, for Israel and his descendants are called by Your name.

ἵνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ

16'O Lord, look down from Your holy house and consider us. O Lord, incline Your ear and hear us.

κύριε κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς κλῖνον κύριε τὸ οὖς σου καὶ ἄκουσον

17O Lord, open Your eyes and behold, for the dead who are in Hades, whose spirit is taken from their bodies, will not ascribe glory and righteousness to the Lord;

ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδέ ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ ὧν ἐλήμφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ

18but the person who is greatly distressed, who walks bent over, who is ailing and going blind, and the person who hungers—these will give glory and righteousness to You, O Lord.

ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην κύριε

19It is not because of the righteous acts of our fathers or our kings that we lay before You our humble plea, O Lord our God,

ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου κύριε ὁ θεὸς ἡμῶν

20for You sent down Your anger and wrath upon us, as You have said through the hand of Your servants the prophets, saying,

ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων

21'Thus says the Lord: 'Bend your shoulder and serve the king of Babylon, and remain in the land I gave to your fathers.

οὕτως εἶπεν κύριος κλίνατε τὸν ὦμον ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος καὶ καθίσατε ἐπὶ τὴν γῆν ἣν ἔδωκα τοῖς πατράσιν ὑμῶν

22But if you do not heed the voice of the Lord, to serve the king of Babylon,

καὶ ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς κυρίου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος

23I shall cause to cease from the cities of Judah and from outside Jerusalem the sound of gladness, the voice of joyfulness, the voice of the bridegroom and the voice of the bride. The whole land will become desolate of inhabitants.' '

ἐκλείψειν ποιήσω ἐκ πόλεων Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων

24'But we did not obey Your voice, to serve the king of Babylon, and You carried out Your words which you spoke by Your servants the prophets, that the bones of our kings and the bones of our fathers would be carried out from their place.

καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς σου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος καὶ ἔστησας τοὺς λόγους σου οὓς ἐλάλησας ἐν χερσὶν τῶν παίδων σου τῶν προφητῶν τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν

25And behold, they have been cast forth in the heat of the day and the frost of the night, and they died in grievous pains by famine and by the sword and by pestilence.

καὶ ἰδού ἐστιν ἐξερριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς ἐν λιμῷ καὶ ἐν ῥομφαίᾳ καὶ ἐν ἀποστολῇ

26And You laid to waste the house called by Your name, as it is this day, because of the wickedness of the house of Israel and the house of Judah.

καὶ ἔθηκας τὸν οἶκον οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπ᾿ αὐτῷ ὡς ἡ ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου Ισραηλ καὶ οἴκου Ιουδα

27'Even so, O Lord our God, You have dealt with us according to all Your goodness and great mercy,

καὶ ἐποίησας εἰς ἡμᾶς κύριε ὁ θεὸς ἡμῶν κατὰ πᾶσαν ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν

28just as You spoke through Your servant Moses on the day You commanded him to write Your law in the presence of the sons of Israel, saying,

καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ισραηλ λέγων

29'If you do not obey My voice, truly this very great multitude of people will become a small number amidst all the nations where I shall scatter them.

ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου ἦ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν οὗ διασπερῶ αὐτοὺς ἐκεῖ

30For I knew they would not obey Me, because they are a stiff-necked people. But in the land of their exile their hearts will turn back,

ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν μου ὅτι λαὸς σκληροτράχηλός ἐστιν καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν

31and they will know that I am the Lord their God, and I will give them a heart and ears that obey;

καὶ γνώσονται ὅτι ἐγὼ κύριος ὁ θεὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα

32and they will praise Me in the land of their exile and will remember My name.

καὶ αἰνέσουσίν με ἐν γῇ ἀποικισμοῦ αὐτῶν καὶ μνησθήσονται τοῦ ὀνόματός μου

33They will turn from their stubbornness and their evil deeds; for they shall remember the way of their fathers, who sinned against the Lord.

καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι κυρίου

34And I shall bring them again to the land I swore to their fathers—to Abraham, Isaac, and Jacob—and they will rule over it, and I will multiply their numbers, and they will not be diminished.

καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ καὶ κυριεύσουσιν αὐτῆς καὶ πληθυνῶ αὐτούς καὶ οὐ μὴ σμικρυνθῶσιν

35And I shall establish an everlasting covenant with them to be their God, and they will be My people; I shall never again remove My people Israel from the land I give to them.'

καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text