Old Testament
Amos 6
1Woe to those who feel secure in Zion and who trust in Mount Samaria. They have gathered the notable heads of the nations who go there.
οὐαὶ τοῖς ἐξουθενοῦσιν Σιων καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας ἀπετρύγησαν ἀρχὰς ἐθνῶν καὶ εἰσῆλθον αὐτοί οἶκος τοῦ Ισραηλ
2O house of Israel, all of you, go and see. Go to Hamath the great, and then go down to Gath of the Philistines, the most powerful of all those kingdoms. See if their territory is greater than your territory.
διάβητε πάντες καὶ ἴδετε καὶ διέλθατε ἐκεῖθεν εἰς Εμαθ Ραββα καὶ κατάβητε ἐκεῖθεν εἰς Γεθ ἀλλοφύλων τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων εἰ πλέονα τὰ ὅρια αὐτῶν ἐστιν τῶν ὑμετέρων ὁρίων
3You who are approaching the evil day, who draw near and hold false sabbaths.
οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν
4You who lie on beds of ivory, who stretch out on your couches and eat kids from the flock and suckling calves from the midst of the herds,
οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν καὶ ἔσθοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά
5who applaud the sound of stringed instruments, considering them as if permanent and not fleeting,
οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα
6who drink filtered wine and anoint yourselves with the best ointments, and have suffered nothing because of the affliction of Joseph.
οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ιωσηφ
7Therefore, now they shall be taken captive first, and the neighing of horses will be cut off from Ephraim.
διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ᾿ ἀρχῆς δυναστῶν καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Εφραιμ
8For the Lord has sworn by Himself, saying, 'I abhor all the pride of Jacob, and I hate his lands. Therefore I shall destroy the city and all its inhabitants.'
ὅτι ὤμοσεν κύριος καθ᾿ ἑαυτοῦ διότι βδελύσσομαι ἐγὼ πᾶσαν τὴν ὕβριν Ιακωβ καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα καὶ ἐξαρῶ πόλιν σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν
9Then it shall come to pass that if ten men remain in one house, they will die.
καὶ ἔσται ἐὰν ὑπολειφθῶσιν δέκα ἄνδρες ἐν οἰκίᾳ μιᾷ καὶ ἀποθανοῦνται καὶ ὑπολειφθήσονται οἱ κατάλοιποι
10But a remnant will remain, and they will diligently endeavor to remove the bones of their relations from the house; and one will say to those standing before the house, 'Are there any more with you?' Then someone will say, 'None.' And he will say, 'Hold your tongue! For we dare not mention the name of the Lord.'
καὶ λήμψονται οἱ οἰκεῖοι αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας εἰ ἔτι ὑπάρχει παρὰ σοί καὶ ἐρεῖ οὐκέτι καὶ ἐρεῖ σίγα ἕνεκα τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα κυρίου
11For behold, the Lord commands, and He shall break the great house into bits and the little house into pieces.
διότι ἰδοὺ κύριος ἐντέλλεται καὶ πατάξει τὸν οἶκον τὸν μέγαν θλάσμασιν καὶ τὸν οἶκον τὸν μικρὸν ῥάγμασιν
12Will horses run on rocks? Do they keep silent among mares? Yet you turned justice into anger and the fruit of righteousness into bitterness;
εἰ διώξονται ἐν πέτραις ἵπποι εἰ παρασιωπήσονται ἐν θηλείαις ὅτι ὑμεῖς ἐξεστρέψατε εἰς θυμὸν κρίμα καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν
13you who rejoice vainly, who say, 'Have we not possessed horns by our own power?'
οἱ εὐφραινόμενοι ἐπ᾿ οὐδενὶ λόγῳ οἱ λέγοντες οὐκ ἐν τῇ ἰσχύι ἡμῶν ἔσχομεν κέρατα
14'But, behold! I shall raise up a nation against you, O house of Israel, and they will afflict you from the entrance of Hamath to the river of the west.'
διότι ἰδοὺ ἐγὼ ἐπεγείρω ἐφ᾿ ὑμᾶς οἶκος τοῦ Ισραηλ ἔθνος καὶ ἐκθλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελθεῖν εἰς Εμαθ καὶ ἕως τοῦ χειμάρρου τῶν δυσμῶν