Old Testament
2 Maccabees 4
1The previously mentioned Simon, who informed about the money and his homeland, spoke evil things against Onias, claiming it was Onias himself who terrified Heliodorus and created the calamity.
ὁ δὲ προειρημένος Σιμων ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονὼς ἐκακολόγει τὸν Ονιαν ὡς αὐτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς
2Simon dared to say that Onias, the man who was the benefactor of the city, the protector of his fellow countrymen, and a zealot for the laws, plotted the whole matter.
καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν καὶ ζηλωτὴν τῶν νόμων ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν
3But when Simon's hatred progressed to the point that even murders were committed by those he approved,
τῆς δὲ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σιμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι
4Onias realized the danger of Simon's love of strife, and that Apollonius, son of Menestheus and governor of Coelesyria and Phoenicia, was even intensifying Simon's malice.
συνορῶν ὁ Ονιας τὸ χαλεπὸν τῆς φιλονεικίας καὶ Ἀπολλώνιον Μενεσθέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν τοῦ Σιμωνος
5So he went to the king, not to accuse his fellow citizens, but to look out for the common good, both public and private.
πρὸς τὸν βασιλέα διεκομίσθη οὐ γινόμενος τῶν πολιτῶν κατήγορος τὸ δὲ σύμφορον κοινῇ καὶ κατ᾿ ἰδίαν παντὶ τῷ πλήθει σκοπῶν
6For he saw that without the king's attention, matters could not reach a peaceful settlement, and that Simon would not cease from his fury.
ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σιμωνα παῦλαν οὐ λημψόμενον τῆς ἀνοίας
7When Seleucus died and Antiochus, also called Epiphanes, succeeded to the kingdom, Jason the brother of Onias obtained the high priesthood by corruption.
μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ονιου τὴν ἀρχιερωσύνην
8For through a petition, he promised the king three hundred and sixty talents of silver, and from another source of revenue, eighty talents.
ἐπαγγειλάμενος τῷ βασιλεῖ δι᾿ ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα
9In addition to this, he promised to pay one hundred and fifty more if the king gave him permission to establish a gymnasium as a place for training young men, and for enrolling the men of Jerusalem as citizens of Antioch.
πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράφειν πεντήκοντα πρὸς τοῖς ἑκατόν ἐὰν ἐπιχωρηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐφηβεῖον αὐτῷ συστήσασθαι καὶ τοὺς ἐν Ιεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι
10When the king assented and Jason seized the high priesthood, he at once changed his countrymen over to the Greek way of life.
ἐπινεύσαντος δὲ τοῦ βασιλέως καὶ τῆς ἀρχῆς κρατήσας εὐθέως πρὸς τὸν Ἑλληνικὸν χαρακτῆρα τοὺς ὁμοφύλους μετέστησε
11He set aside the royal benefits to the Jews brought about through John, the father of Eupolemus, the ambassador who established friendship and alliance with the Romans. He also renounced and destroyed conformity to the laws, and created a new civic life contrary to the customs.
καὶ τὰ κείμενα τοῖς Ιουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ιωάννου τοῦ πατρὸς Εὐπολέμου τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους παρώσας καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας παρανόμους ἐθισμοὺς ἐκαίνιζεν
12For he eagerly founded a gymnasium under the citadel itself, and persuaded the most noble of the young men to wear the Greek cap.
ἀσμένως γὰρ ὑπ᾿ αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσεν καὶ τοὺς κρατίστους τῶν ἐφήβων ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν
13So there was the fullest expression of Hellenization and the adoption of foreign customs because of the surpassing wickedness of Jason, who was ungodly and not a true high priest.
ἦν δ᾿ οὕτως ἀκμή τις Ἑλληνισμοῦ καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσωνος ὑπερβάλλουσαν ἀναγνείαν
14Therefore the priests were no longer eager to serve at the altar, but they despised the temple and neglected the sacrifices. Instead, they hastened to take part in the unlawful proceedings in the wrestling-school after the invitation to the discus.
ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς ἀλλὰ τοῦ μὲν νεὼ καταφρονοῦντες καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρῃ παρανόμου χορηγίας μετὰ τὴν τοῦ δίσκου πρόσκλησιν
15They counted the honors of their fathers as nothing, but regarded Greek honors as the best.
καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιθέμενοι τὰς δὲ Ἑλληνικὰς δόξας καλλίστας ἡγούμενοι
16For this reason, difficult circumstances overtook them, and those whose way of life they admired and wished altogether to assimilate became their enemies and punished them.
ὧν καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθ᾿ ἅπαν ἤθελον ἐξομοιοῦσθαι τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον
17For to act in an ungodly way against the divine laws is no light thing; but the following events will make this clear.
ἀσεβεῖν γὰρ εἰς τοὺς θείους νόμους οὐ ῥᾴδιον ἀλλὰ ταῦτα ὁ ἀκόλουθος καιρὸς δηλώσει
18When the quadrennial games were being held at Tyre and the king was present,
ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ καὶ τοῦ βασιλέως παρόντος
19the vile Jason sent ambassadors, since they were Antiochian citizens from Jerusalem, to carry three hundred silver drachmas for a sacrifice to Hercules. Those who carried the money, however, considered it inappropriate and best not to use the money for sacrifice, but to expend it for another purpose.
ἀπέστειλεν Ἰάσων ὁ μιαρὸς θεωροὺς ὡς ἀπὸ Ιεροσολύμων Ἀντιοχεῖς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσθαι εἰς θυσίαν διὰ τὸ μὴ καθήκειν εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην
20So this money, intended by the sender for the sacrifice to Hercules, was by the decision of those who carried it applied to the construction of battleships.
ἔπεσε μὲν οὖν ταῦτα διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν ἕνεκεν δὲ τῶν παρακομιζόντων εἰς τὰς τῶν τριηρέων κατασκευάς
21When Apollonius the son of Menestheus was sent to Egypt to share in the festal proclamation of King Philometor, Antiochus learned that Philometor had become hostile to his government. So he was concerned for his own safety. Therefore, after he reached Joppa, he went on to Jerusalem.
ἀποσταλέντος δὲ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλίσια τοῦ Φιλομήτορος βασιλέως μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτοῦ γεγονέναι πραγμάτων τῆς καθ᾿ αὑτὸν ἀσφαλείας ἐφρόντιζεν ὅθεν εἰς Ιοππην παραγενόμενος κατήντησεν εἰς Ιεροσόλυμα
22He was magnificently received by Jason and the city, being ushered in with torches and shouts. Then he encamped in Phoenicia.
μεγαλομερῶς δὲ ὑπὸ τοῦ Ἰάσωνος καὶ τῆς πόλεως ἀποδεχθεὶς μετὰ δᾳδουχίας καὶ βοῶν εἰσεδέχθη εἶθ᾿ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν
23Then after a period of three years, Jason sent Menelaus, son of the previously mentioned Simon, to carry the money to the king and to complete the records of necessary business.
μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον τὸν τοῦ προσημαινομένου Σιμωνος ἀδελφὸν παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα
24But when he was commended to the king, Menelaus honored him with an appearance of authority and obtained the high priesthood for himself, outbidding Jason by three hundred talents of silver.
ὁ δὲ συσταθεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας εἰς ἑαυτὸν κατήντησεν τὴν ἀρχιερωσύνην ὑπερβαλὼν τὸν Ἰάσωνα τάλαντα ἀργυρίου τριακόσια
25After he received the king's orders, although in no way worthy of the high priesthood, he returned, carrying the rage and savage cruelty of a tyrant and a wild beast and having the wrath of a barbarian.
λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων θυμοὺς δὲ ὠμοῦ τυράννου καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων
26Thus Jason, after he undermined his own brother, was undermined by another, and was driven as a fugitive into the land of the Ammonites.
καὶ ὁ μὲν Ἰάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας ὑπονοθευθεὶς ὑφ᾿ ἑτέρου φυγὰς εἰς τὴν Αμμανῖτιν χώραν συνήλαστο
27So Menelaus took hold of the high priesthood, but he did not pay regularly any of the money promised to the king.
ὁ δὲ Μενέλαος τῆς μὲν ἀρχῆς ἐκράτει τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκτει
28Thus when Sostratus the commander of the citadel kept demanding payment, since the collection of revenue was his responsibility, the two of them were summoned before the king on this account.
ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν διαφόρων πρᾶξις δι᾿ ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήθησαν
29Menelaus left his own brother Lysimachus as his court official in the high priesthood, while Sostratus left Crates in charge of his Cyprian troops.
καὶ ὁ μὲν Μενέλαος ἀπέλιπεν τῆς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτοῦ ἀδελφόν Σώστρατος δὲ Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων
30While these things were taking place, it came about that the cities of Tarsus and Mallus revolted because they were given as a gift to Antiochis, the king's concubine.
τοιούτων δὲ συνεστηκότων συνέβη Ταρσεῖς καὶ Μαλλώτας στασιάζειν διὰ τὸ Ἀντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσθαι
31So the king went quickly to put down the rebellion. He left Andronicus, a man highly regarded, to act as his regent.
θᾶττον οὖν ὁ βασιλεὺς ἧκεν καταστεῖλαι τὰ πράγματα καταλιπὼν τὸν διαδεχόμενον Ἀνδρόνικον τῶν ἐν ἀξιώματι κειμένων
32But Menelaus, thinking he had gained a convenient opportunity, pilfered some of the gold vessels from the temple and gave them to Andronicus. As it happened, he had already sold other vessels to Tyre and the neighboring cities.
νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυῆ χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσφισάμενος ἐχαρίσατο τῷ Ἀνδρονίκῳ καὶ ἕτερα ἐτύγχανεν πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις
33But when Onias found out exactly what had taken place, he condemned these acts, after he departed to a safe place at Daphne, located near Antioch.
ἃ καὶ σαφῶς ἐπεγνωκὼς ὁ Ονιας ἀπήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον ἐπὶ Δάφνης τῆς πρὸς Ἀντιόχειαν κειμένης
34Therefore Menelaus took Andronicus aside and urged him to kill Onias. Thus Andronicus went to Onias and persuaded him with deceit. He welcomed him with sworn pledges and gave him his right hand. Although Onias was suspicious, Andronicus persuaded him to come out of his place of sanctuary. Then, with no sense of justice, he immediately put him to death.
ὅθεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν Ἀνδρόνικον παρεκάλει χειρώσασθαι τὸν Ονιαν ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ονιαν καὶ πεισθεὶς ἐπὶ δόλῳ καὶ δεξιασθεὶς μεθ᾿ ὅρκων δοὺς δεξιάν καίπερ ἐν ὑποψίᾳ κείμενος ἔπεισεν ἐκ τοῦ ἀσύλου προελθεῖν ὃν καὶ παραχρῆμα παρέκλεισεν οὐκ αἰδεσθεὶς τὸ δίκαιον
35For this reason, not only the Jews, but also many of the other nations, took offense and were angry at the unjust murder of the man.
δι᾿ ἣν αἰτίαν οὐ μόνον Ιουδαῖοι πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐθνῶν ἐδείναζον καὶ ἐδυσφόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ φόνῳ
36So when the king returned from the region of Cilicia, the Jews in the city pleaded with him regarding the senseless murder of Onias, and the Greeks also felt the common hatred of the crime.
τοῦ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων ἐνετύγχανον οἱ κατὰ πόλιν Ιουδαῖοι συμμισοπονηρούντων καὶ τῶν Ἑλλήνων ὑπὲρ τοῦ παρὰ λόγον τὸν Ονιαν ἀπεκτονῆσθαι
37Therefore Antiochus was grieved at heart and filled with pity; and he wept on account of the decency and good behavior of the deceased.
ψυχικῶς οὖν ὁ Ἀντίοχος ἐπιλυπηθεὶς καὶ τραπεὶς ἐπὶ ἔλεος καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωφροσύνην καὶ πολλὴν εὐταξίαν
38Inflamed with anger, he immediately stripped off the purple robe from Andronicus and tore off his garments. Then he led him around the whole city to that very place where he sinned against Onias, and there he put the bloodstained man to death. Thus the Lord repaid him with the punishment he deserved.
καὶ πυρωθεὶς τοῖς θυμοῖς παραχρῆμα τὴν τοῦ Ἀνδρονίκου πορφύραν περιελόμενος καὶ τοὺς χιτῶνας περιρρήξας περιαγαγὼν καθ᾿ ὅλην τὴν πόλιν ἐπ᾿ αὐτὸν τὸν τόπον οὗπερ τὸν Ονιαν ἠσέβησεν ἐκεῖ τὸν μιαιφόνον ἀπεκόσμησεν τοῦ κυρίου τὴν ἀξίαν αὐτῷ κόλασιν ἀποδόντος
39When much sacrilegious plunder by Lysimachus took place in the city with the consent of Menelaus, and when the report of this spread abroad, the people gathered together against Lysimachus, because many of the gold vessels had already been carried away.
γενομένων δὲ πολλῶν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς τοῦ Μενελάου γνώμης καὶ διαδοθείσης ἔξω τῆς φήμης ἐπισυνήχθη τὸ πλῆθος ἐπὶ τὸν Λυσίμαχον χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων
40Thus, since the crowds were stirring and completely filled with wrath, Lysimachus armed about three thousand men and began an unjust attack, led by a certain Auranus, a man advanced in years but no less advanced in stupidity.
ἐπεγειρομένων δὲ τῶν ὄχλων καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους κατήρξατο χειρῶν ἀδίκων προηγησαμένου τινὸς Αυρανου προβεβηκότος τὴν ἡλικίαν οὐδὲν δὲ ἧττον καὶ τὴν ἄνοιαν
41So when the Jews became aware of the assault of Lysimachus, some picked up stones and clubs, and others took handfuls of ashes lying about, and threw them in utter confusion at Lysimachus and his men.
συνιδόντες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ Λυσιμάχου συναρπάσαντες οἱ μὲν πέτρους οἱ δὲ ξύλων πάχη τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον
42As a result, they wounded many of them, killed some, and forced them all to flee. Then they killed the temple robber himself near the treasury.
δι᾿ ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν τινὰς δὲ καὶ κατέβαλον πάντας δὲ εἰς φυγὴν συνήλασαν αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο
43But a judgment concerning this was presented against Menelaus.
περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον
44For when the king arrived at Tyre, three men sent by the council of elders presented the case before him.
καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον ἐπ᾿ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες τρεῖς ἄνδρες ὑπὸ τῆς γερουσίας
45But Menelaus, who was already defeated, promised considerable wealth to Ptolemy son of Dorymenes if he won over the king.
ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ Δορυμένους πρὸς τὸ πεῖσαι τὸν βασιλέα
46Therefore Ptolemy took the king aside into a certain courtyard, as if to offer him refreshment, and persuaded him to change his mind.
ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα μετέθηκεν
47For he indeed acquitted Menelaus, the cause of all the evil, but he sentenced to death those unfortunate men who would have been freed uncondemned even if they pleaded before Scythians.
καὶ τὸν μὲν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τῶν κατηγορημένων τοῖς δὲ ταλαιπώροις οἵτινες εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον ἀπελύθησαν ἀκατάγνωστοι τούτοις θάνατον ἐπέκρινεν
48So those who had spoken for the city, the people, and the holy vessels quickly suffered the unjust penalty.
ταχέως οὖν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προηγορήσαντες
49For this reason, even the Tyrians were indignant over the crime and provided magnificently for their funeral expenses.
δι᾿ ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρήσαντες τὰ πρὸς τὴν κηδείαν αὐτῶν μεγαλοπρεπῶς ἐχορήγησαν
50But Menelaus, because of the covetousness of those in power, remained in office, increased in malice, and brought about great treachery against his fellow citizens.
ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῇ ἀρχῇ ἐπιφυόμενος τῇ κακίᾳ μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς