Orthodox Study

Old Testament

2 Maccabees 15

1When Nicanor learned that Judas and his men were in the province of Samaria, he decided to attack them in utter safety on their day of rest.

ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ιουδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν

2But the Jews who were forced to accompany him said, 'By no means should you so cruelly and barbarously bring destruction. Show respect for the Sabbath day, which He who sees all things has honored with holiness above other days.'

τῶν δὲ κατὰ ἀνάγκην συνεπομένων αὐτῷ Ιουδαίων λεγόντων μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐφορῶντος μεθ᾿ ἁγιότητος ἡμέρᾳ

3Then the thrice-sinful man asked if there were a Lord in heaven who ordered the keeping of the Sabbath day.

ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν

4When they declared, 'It is the living Lord Himself, the Ruler in heaven, who commanded the keeping of the seventh day,'

τῶν δ᾿ ἀποφηναμένων ἔστιν ὁ κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα

5he responded, 'I am a ruler on earth. I command you to take up your weapons and complete the king's business.' Nevertheless, he was unsuccessful in carrying out his heinous plan.

ὁ δὲ ἕτερος κἀγώ φησιν δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα

6In his utter vanity and arrogance, Nicanor decided to put up a public monument of victory over Judas and his army.

καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν διεγνώκει κοινὸν τῶν περὶ τὸν Ιουδαν συστήσασθαι τρόπαιον

7But Maccabeus never ceased to trust the Lord and fully hope that He would help him.

ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασθαι παρὰ τοῦ κυρίου

8So he encouraged his men to have no fear of any attack from the Gentiles, but to bear in mind how help had come to them from heaven in times past. Now they should anticipate the victory the Almighty would give to them.

καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ᾿ οὐρανοῦ βοηθήματα καὶ τὰ νῦν προσδοκᾶν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην

9He also exhorted them out of the law and the prophets, calling to mind the battles they had won, making them more eager to fight.

καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας οὓς ἦσαν ἐκτετελεκότες προθυμοτέρους αὐτοὺς κατέστησεν

10Then after he revived their courage, he gave his commands and at the same time emphasized the Gentiles' faithlessness and their failure to keep their oaths.

καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν

11So he issued each of them armor—not so much of the surety of shields and spears as with the encouragement of courageous speech. Then he inspired them all by telling about a dream, a kind of vision, worthy of believing.

ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας ηὔφρανεν

12The vision he saw was this: Onias, who had been high priest, a true gentleman of modest and noble manner, one well-spoken and from childhood formed in all that pertains to virtue, was praying with hands outstretched for the whole nation of the Jews.

ἦν δὲ ἡ τούτου θεωρία τοιάδε Ονιαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν αἰδήμονα μὲν τὴν ἀπάντησιν πρᾶον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν Ιουδαίων συστήματι

13Then in the same manner another man appeared, distinguished by his gray hair and glory, and having about him a certain astonishing and majestic preeminence.

εἶθ᾿ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν

14Onias then spoke, saying, 'This is Jeremiah, the prophet of God, a man who loves his brothers and prays fervently for the people and the holy city.'

ἀποκριθέντα δὲ τὸν Ονιαν εἰπεῖν ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως Ιερεμιας ὁ τοῦ θεοῦ προφήτης

15Stretching forth his right hand, Jeremiah gave a sword of gold to Judas, and as he presented it to him, he addressed him as follows:

προτείναντα δὲ Ιερεμιαν τὴν δεξιὰν παραδοῦναι τῷ Ιουδα ῥομφαίαν χρυσῆν διδόντα δὲ προσφωνῆσαι τάδε

16'Take this sacred sword, a gift from God, by which you will strike down your enemies.'

λαβὲ τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ θεοῦ δι᾿ ἧς θραύσεις τοὺς ὑπεναντίους

17Encouraged by Judas' words, a man so good and able in stirring up virtue and courage in the souls of young men, they determined not to plan out a campaign. Instead they would wage war bravely, at once, deciding the matter with hand-to-hand combat with all manliness, because the city, the sanctuary, and the temple were at risk.

παρακληθέντες δὲ τοῖς Ιουδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ᾿ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι διέγνωσαν μὴ στρατεύεσθαι γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν

18Their main concern was not first for wives and children, or even for brothers and relatives; their greatest fear was for the consecrated temple.

ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος

19As for those who remained in the city, they were distressed and worried about the conflict in the open country.

ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς

20Everyone was now living in suspense over the outcome of the war. The enemy was nearby; their army was prepared for battle. And their elephants were strategically positioned, and the cavalry was deployed on the flanks.

καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη προσμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης

21Maccabeus noted carefully the great masses before him, the variety of their armaments, and the savageness of the elephants. So he reached out his hands toward heaven and called on the Lord, the Wonderworker; for he knew it is not by weapons alone, but by the Lord's decision that victory is won by those worthy of it.

συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν θηρίων ἀγριότητα ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον γινώσκων ὅτι οὐκ ἔστιν δι᾿ ὅπλων καθὼς δὲ ἐὰν αὐτῷ κριθῇ τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην

22Thus he cried out to Him in the following manner: 'O Lord, in the time of Hezekiah the king of Judea, You sent Your angel, and he killed as many as one hundred and eighty-five thousand in the camp of Sennacherib.

ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον σύ δέσποτα ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηριμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας

23So now, O Ruler of the heavens, send us a noble angel to go before us spreading fear and trembling.

καὶ νῦν δυνάστα τῶν οὐρανῶν ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον

24By the strength of Your arm, may those who speak blasphemy as they come against Your holy ones be struck down.' With these words he completed his prayer.

μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν

25Nicanor and his men marched ahead with trumpets and battle songs,

οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον

26but Judas and his men joined the enemy in battle with invocations and prayers.

οἱ δὲ περὶ τὸν Ιουδαν μετὰ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις

27They fought with their hands and prayed to God in their hearts, and struck down at least thirty-five thousand men. So they were deeply gladdened by God's visitation.

καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι ταῖς δὲ καρδίαις πρὸς τὸν θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων τῇ τοῦ θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ

28When the battle was ended and they were marching home with joy, they recognized Nicanor, in full armor, lying dead.

γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ

29With tumultuous shouts, they blessed the Lord in the language of their fathers.

γενομένης δὲ κραυγῆς καὶ ταραχῆς εὐλόγουν τὸν δυνάστην τῇ πατρίῳ φωνῇ

30Then Judas, who was in body and soul ever the chief defender of his fellow-citizens and who from youth maintained goodwill toward his countrymen, commanded them to sever Nicanor's head and arm and take them back to Jerusalem.

καὶ προσέταξεν ὁ καθ᾿ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς Ιεροσόλυμα

31When he arrived there, he called his countrymen together and stationed the priests before the altar. Then he sent for those in the citadel.

παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας

32Before them, he displayed the head of the defiled Nicanor and that slanderous man's hand, which he had boastfully stretched out against the holy house of the Almighty.

καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησεν

33He cut out the tongue of the godless Nicanor and announced he would feed it to the birds bit by bit, and hang up the rewards of his folly opposite the sanctuary.

καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις τὰ δ᾿ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι

34Then everyone lifted their eyes to heaven and blessed the Lord who visited them, saying, 'Blessed is He who kept His own place undefiled.'

οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ κύριον λέγοντες εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον

35Judas then fastened Nicanor's head to the wall of the citadel, a visible symbol to all present of the Lord's help.

ἐξέδησεν δὲ τὴν τοῦ Νικάνορος προτομὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσιν καὶ φανερὸν τῆς τοῦ κυρίου βοηθείας σημεῖον

36So they all decreed by public vote never to allow this day to be unobserved, but to celebrate it on the thirteenth day of the twelfth month, called Adar in the Syrian language—the day before Mordecai's day.

ἐδογμάτισαν δὲ πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς Αδαρ λέγεται τῇ Συριακῇ φωνῇ πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας

37This is the way things turned out for Nicanor. So from that time on the city has been controlled by the Hebrews. Thus I will end my story here.

τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτως καὶ ἀπ᾿ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν Εβραίων καὶ αὐτὸς αὐτόθι τὸν λόγον καταπαύσω

38If I have written well and made my point in the narrative, this is what I myself desired. But if it was done poorly and is just average, this is the best I could do.

καὶ εἰ μὲν καλῶς εὐθίκτως τῇ συντάξει τοῦτο καὶ αὐτὸς ἤθελον εἰ δὲ εὐτελῶς καὶ μετρίως τοῦτο ἐφικτὸν ἦν μοι

39For as it is disagreeable to drink wine only or water only, whereas wine mingled with water is pleasing and delightful and brings greater joy, so also the written style of the account delights the ears of those who read it. This then shall be the end.

καθάπερ γὰρ οἶνον κατὰ μόνας πίνειν ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει ἐνταῦθα δὲ ἔσται ἡ τελευτή

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text