Orthodox Study

Old Testament

Tobit 1

1This is the book of the words of Tobit, the son of Tobiel, the son of Hananiel, the son of Aduel, the son of Gabael, of the seed of Asiel, from the tribe of Naphtali.

βίβλος λόγων Τωβιτ τοῦ Τωβιηλ τοῦ Ανανιηλ τοῦ Αδουηλ τοῦ Γαβαηλ ἐκ τοῦ σπέρματος Ασιηλ ἐκ τῆς φυλῆς Νεφθαλιμ

2He was led captive out of Thisbe in the days of Shalmaneser, king of the Assyrians. Thisbe is south of Kedesh Naphtali, in Galilee above Asher.

ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ενεμεσσαρου τοῦ βασιλέως Ἀσσυρίων ἐκ Θισβης ἥ ἐστιν ἐκ δεξιῶν Κυδιως τῆς Νεφθαλιμ ἐν τῇ Γαλιλαίᾳ ὑπεράνω Ασηρ

3I, Tobit, walked in the paths of truth and righteousness all the days of my life. I did much almsgiving to my brethren and to the people who journeyed with me as exiles to Nineveh, in the country of the Assyrians.

ἐγὼ Τωβιτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει τοῖς συμπορευθεῖσιν μετ᾿ ἐμοῦ εἰς χώραν Ἀσσυρίων εἰς Νινευη

4In my young days, when I was in my own country, the land of Israel, the entire tribe of my father Naphtali turned away from the house of Jerusalem, which was chosen from all the tribes of Israel, to sacrifice for all the tribes. This temple, the habitation of the Most High God, was sanctified and built for all generations forever.

καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ισραηλ νεωτέρου μου ὄντος πᾶσα φυλὴ τοῦ Νεφθαλιμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου Ιεροσολύμων τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν Ισραηλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ ὑψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος

5Now all the tribes that joined in the revolt sacrificed the heifer to Baal. The house of Naphtali, the tribe of my father, also revolted.

καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βααλ τῇ δαμάλει καὶ ὁ οἶκος Νεφθαλιμ τοῦ πατρός μου

6But I alone traveled frequently to Jerusalem for the feast days, as it is written for all of Israel in an everlasting ordinance. I would carry the firstfruits and the tithes of my harvest and the first-shearing.

κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς Ιεροσόλυμα ἐν ταῖς ἑορταῖς καθὼς γέγραπται παντὶ τῷ Ισραηλ ἐν προστάγματι αἰωνίῳ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς πρωτοκουρίας ἔχων

7These I would give to the priests, the sons of Aaron, at the altar. I would offer the tenth of all the harvest to the sons of Levi who served at Jerusalem. I would also sell off the second tenth and go and spend it at Jerusalem each year.

καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων πρὸς τὸ θυσιαστήριον πάντων τῶν γενημάτων τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευι τοῖς θεραπεύουσιν ἐν Ιερουσαλημ καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ιεροσολύμοις καθ᾿ ἕκαστον ἐνιαυτόν

8The third tenth I would give to whom it was fitting, as Deborah the mother of my father commanded me, for I was left an orphan by my father.

καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει καθὼς ἐνετείλατο Δεββωρα ἡ μήτηρ τοῦ πατρός μου διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου

9When I became a man, I took Anna for a wife from my own kindred. With her I became the father of Tobias.

καὶ ὅτε ἐγενόμην ἀνήρ ἔλαβον Ανναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβιαν

10When I was taken captive to Nineveh, all my brothers and those from my race ate from the bread of the Gentiles.

καὶ ὅτε ᾐχμαλωτίσθην εἰς Νινευη πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν

11But I protected myself by not eating it.

ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν

12For I remembered God with all my soul.

καθότι ἐμεμνήμην τοῦ θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου

13So the Most High gave me grace and comeliness before Shalmaneser, and I became his purchasing agent.

καὶ ἔδωκεν ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ενεμεσσαρου καὶ ἤμην αὐτοῦ ἀγοραστής

14I would go into Media. And one time in Rages of Media, I entrusted to Gabael, the brother of Gabrias, ten talents of silver.

καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρια ἐν Ραγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα

15When Shalmaneser died and his son Sennacherib reigned in his place, the roads were unstable and I could no longer travel to Media.

καὶ ὅτε ἀπέθανεν Ενεμεσσαρος ἐβασίλευσεν Σενναχηριμ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάτησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν

16In the days of Shalmaneser, I did much almsgiving to my brothers.

καὶ ἐν ταῖς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου

17I would give my bread to the hungry and my clothing to the naked. If I saw anyone of my people dead, cast outside the wall of Nineveh, I would bury him.

τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ τὰ ἱμάτιά μου τοῖς γυμνοῖς καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευη ἔθαπτον αὐτόν

18If King Sennacherib put someone to death when he came trying to escape from Judea, I buried them secretly. For in his anger, he put many to death, and the bodies were sought by the king; but they were not found.

καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ ὁ βασιλεύς ὅτε ἦλθεν φεύγων ἐκ τῆς Ιουδαίας ἔθαψα αὐτοὺς κλέπτων πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα καὶ οὐχ εὑρέθη

19But one of the men of Nineveh went and made known to the king concerning my burying them. So I hid, and when I knew I was being sought to be put to death I was frightened and ran away.

πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευη ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς καὶ ἐκρύβην ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν φοβηθεὶς ἀνεχώρησα

20All of my possessions were seized and I had nothing left, except Anna my wife and Tobias my son.

καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν Αννας τῆς γυναικός μου καὶ Τωβιου τοῦ υἱοῦ μου

21But not even fifty days passed before two of King Sennacherib's sons had killed him and escaped into the mountains of Ararat. Thus Esarhaddon his son reigned in his place. He appointed Ahikar, the son of my brother Anael, to be over all the accounts of his kingdom and over the entire government.

καὶ οὐ διῆλθον ἡμέραι πεντήκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη Αραρατ καὶ ἐβασίλευσεν Σαχερδονος ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ ἔταξεν Αχιαχαρον τὸν Αναηλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν

22Ahikar then entreated on my behalf, so I came to Nineveh. Now Ahikar was the wine-pourer, the keeper of the signet ring, the administrator and the accountant. Esarhaddon appointed him second to himself, and he was my nephew.

καὶ ἠξίωσεν Αχιαχαρος περὶ ἐμοῦ καὶ ἦλθον εἰς Νινευη Αχιαχαρος δὲ ἦν ὁ οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής καὶ κατέστησεν αὐτὸν ὁ Σαχερδονος ἐκ δευτέρας ἦν δὲ ἐξάδελφός μου

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text