Orthodox Study

Old Testament

Malachi 1

1The burden of the word of the Lord to Israel by the hand of His messenger Malachi. Take it to heart!

λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν

2'I have loved you,' says the Lord. 'But you say, 'In what way have You loved us?' Was not Esau the brother of Jacob?' says the Lord. 'Yet Jacob I have loved,

ἠγάπησα ὑμᾶς λέγει κύριος καὶ εἴπατε ἐν τίνι ἠγάπησας ἡμᾶς οὐκ ἀδελφὸς ἦν Ησαυ τοῦ Ιακωβ λέγει κύριος καὶ ἠγάπησα τὸν Ιακωβ

3but Esau I have hated, and I have appointed his borders for destruction and made his heritage as dwellings of the wilderness.'

τὸν δὲ Ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δόματα ἐρήμου

4Because one will say, 'Edom has been destroyed, but let us return and rebuild the desolate places,' thus says the Lord, Ruler of all: 'They may build, but I will throw down. They shall be called the Territory of Wickedness, and the people against whom the Lord has placed Himself forever.

διότι ἐρεῖ ἡ Ιδουμαία κατέστραπται καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους τάδε λέγει κύριος παντοκράτωρ αὐτοὶ οἰκοδομήσουσιν καὶ ἐγὼ καταστρέψω καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐφ᾿ ὃν παρατέτακται κύριος ἕως αἰῶνος

5Your eyes will see, and you will say, 'The Lord is magnified beyond the borders of Israel.'

καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται καὶ ὑμεῖς ἐρεῖτε ἐμεγαλύνθη κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ισραηλ

6'A son honors his father, and a servant his master. If then, I am the Father, where is My honor? And if I am a Master, where is the reverence due to me?' says the Lord Almighty. 'You priests are the ones who disparage My name, yet you say, 'In what way have we disparaged Your name?'

υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ καὶ εἰ πατήρ εἰμι ἐγώ ποῦ ἐστιν ἡ δόξα μου καὶ εἰ κύριός εἰμι ἐγώ ποῦ ἐστιν ὁ φόβος μου λέγει κύριος παντοκράτωρ ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου καὶ εἴπατε ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου

7You offer defiled bread on My altar, but you say, 'How have we defiled You?' By saying, 'The table of the Lord is contemptible and the food placed upon it is contemptible.'

προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους καὶ εἴπατε ἐν τίνι ἠλισγήσαμεν αὐτούς ἐν τῷ λέγειν ὑμᾶς τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα

8And when you offer the blind as a sacrifice, is that not evil? And when you offer the lame and sick, is that not evil? Offer it then to your ruler! See if he will accept it, if he will accept it favorably,' says the Lord Almighty.

διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν οὐ κακόν καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον οὐ κακόν προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου εἰ προσδέξεται αὐτό εἰ λήμψεται πρόσωπόν σου λέγει κύριος παντοκράτωρ

9'But now earnestly entreat the face of your God and pray to Him. These things have been done by your hands; shall I accept these from you?' says the Lord Almighty.

καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ θεοῦ ὑμῶν καὶ δεήθητε αὐτοῦ ἐν χερσὶν ὑμῶν γέγονεν ταῦτα εἰ λήμψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν λέγει κύριος παντοκράτωρ

10'For this reason, even among you the doors will be shut, and you will not burn an offering on My altar. I have no pleasure in you,' says the Lord Almighty, 'nor will I accept an offering from your hands.

διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν οὐκ ἔστιν μου θέλημα ἐν ὑμῖν λέγει κύριος παντοκράτωρ καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν

11For from the rising of the sun even to its going down, My name has been glorified among the Gentiles; and in every place incense shall be offered to My name, and a pure offering, for My name shall be great among the Gentiles,' says the Lord Almighty.

διότι ἀπ᾿ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν λέγει κύριος παντοκράτωρ

12'But you profane it in that you say, 'The table of the Lord is defiled; and the food placed upon it is contemptible.'

ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς τράπεζα κυρίου ἠλισγημένη ἐστίν καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτοῦ

13And you said, 'Oh, what a weariness!' And I have blown these away,' says the Lord Almighty. 'And you bring prey, the lame, and the sick, and when you bring an offering, should I accept these from your hands?' says the Lord Almighty.

καὶ εἴπατε ταῦτα ἐκ κακοπαθείας ἐστίν καὶ ἐξεφύσησα αὐτὰ λέγει κύριος παντοκράτωρ καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα καὶ ἐὰν φέρητε τὴν θυσίαν εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν λέγει κύριος παντοκράτωρ

14'But cursed be the man who is able, who has in his flock a male, and takes a vow but sacrifices to the Lord what is blemished—for I am a great King,' says the Lord Almighty, 'and My name is glorious among the nations.

καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν καὶ εὐχὴ αὐτοῦ ἐπ᾿ αὐτῷ καὶ θύει διεφθαρμένον τῷ κυρίῳ διότι βασιλεὺς μέγας ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσιν

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text