Old Testament
Hosea 7
1'When I have healed Israel, Then shall the wrongdoing of Ephraim And the evil of Samaria be revealed, For they have worked falsehood. A thief shall come in to him, Even a robber taking spoil in his way,
ἐν τῷ ἰάσασθαί με τὸν Ισραηλ καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Εφραιμ καὶ ἡ κακία Σαμαρείας ὅτι ἠργάσαντο ψευδῆ καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ
2That they may sing together As men singing in their heart. I remember all their evils; Now their own counsels have encircled them; They were before My face.
ὅπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶν ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο
3They gladdened kings with their evils And princes with their lies.
ἐν ταῖς κακίαις αὐτῶν εὔφραναν βασιλεῖς καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας
4'They are all adulterers, Like an oven heated for cooking, Burning with a flame during the kneading of the dough Until it is leavened.
πάντες μοιχεύοντες ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός ἀπὸ φυράσεως στέατος ἕως τοῦ ζυμωθῆναι αὐτό
5In the days of our kings, The princes began to be inflamed with wine; He stretched out his hand with pestilent fellows.
αἱ ἡμέραι τῶν βασιλέων ὑμῶν ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν
6Wherefore their hearts are inflamed like an oven While they were falling down all the night. Ephraim is satisfied with sleep; The morning is come; He is burnt up like a flame of fire.
διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν ἐν τῷ καταράσσειν αὐτούς ὅλην τὴν νύκτα ὕπνου Εφραιμ ἐνεπλήσθη πρωὶ ἐγενήθη ἀνεκαύθη ὡς πυρὸς φέγγος
7They are all heated like an oven And have devoured their judges. All their kings are fallen; There was not among them one that called upon Me.
πάντες ἐθερμάνθησαν ὡς κλίβανος καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν οὐκ ἦν ὁ ἐπικαλούμενος ἐν αὐτοῖς πρός με
8'Ephraim is mixed among his peoples; Ephraim became a cake not turned.
Εφραιμ ἐν τοῖς λαοῖς αὐτοῦ συνανεμείγνυτο Εφραιμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος
9Strangers devoured his strength, And he knew it not. Grey hairs came upon him, And he knew it not.
κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ αὐτὸς δὲ οὐκ ἐπέγνω καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ καὶ αὐτὸς οὐκ ἔγνω
10The pride of Israel shall be humbled before his face; Yet they have not returned to the Lord their God, Neither have they diligently sought Him in spite of all this.
καὶ ταπεινωθήσεται ἡ ὕβρις Ισραηλ εἰς πρόσωπον αὐτοῦ καὶ οὐκ ἐπέστρεψαν πρὸς κύριον τὸν θεὸν αὐτῶν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις
11'Ephraim was like a silly dove, not having a heart; He called to Egypt, and they went to the Assyrians.
καὶ ἦν Εφραιμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν
12Whenever they shall go, I will cast My net upon them; I will bring them down as the birds of the sky. I will chastise them through the news of their affliction.
καθὼς ἂν πορεύωνται ἐπιβαλῶ ἐπ᾿ αὐτοὺς τὸ δίκτυόν μου καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτούς παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν
13'Woe to them, for they have turned away from Me! They are cowards, For they have committed impious deeds against Me. Yet I redeemed them, But they spoke falsehoods against Me.
οὐαὶ αὐτοῖς ὅτι ἀπεπήδησαν ἀπ᾿ ἐμοῦ δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς αὐτοὶ δὲ κατελάλησαν κατ᾿ ἐμοῦ ψεύδη
14Their hearts did not cry aloud to Me, But they wailed upon their beds. 'They slashed themselves for oil and wine; They were chastised by Me.
καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτῶν ἀλλ᾿ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο ἐπαιδεύθησαν ἐν ἐμοί
15I strengthened their arms, But they devised evils against Me.
κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά
16They turned aside to nothing; They became as a stretched bow. Their princes shall fall by the sword; They will be despised in the land of Egypt Because of their unrestrained tongue.
ἀπεστράφησαν εἰς οὐθέν ἐγένοντο ὡς τόξον ἐντεταμένον πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι᾿ ἀπαιδευσίαν γλώσσης αὐτῶν οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ