Old Testament
Hosea 10
1Israel is a luxuriant vine; Her fruit is abundant. According to the multitude of her fruits She has multiplied her altars; According to the wealth of his land He has set up pillars.
ἄμπελος εὐκληματοῦσα Ισραηλ ὁ καρπὸς αὐτῆς εὐθηνῶν κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτοῦ ἐπλήθυνεν τὰ θυσιαστήρια κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησεν στήλας
2They have divided their hearts; Now shall they be utterly destroyed. He shall raze their altars to the ground; Their pillars shall experience distress.
ἐμέρισαν καρδίας αὐτῶν νῦν ἀφανισθήσονται αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν
3For now they will say, 'We have no king, Since we did not fear the Lord. As for a king, what would he do for us?'
διότι νῦν ἐροῦσιν οὐκ ἔστιν βασιλεὺς ἡμῖν ὅτι οὐκ ἐφοβήθημεν τὸν κύριον ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν
4As he speaks words With false motives, He would make a covenant. Thus judgment will spring up As a weed on the soil of the field.
λαλῶν ῥήματα προφάσεις ψευδεῖς διαθήσεται διαθήκην ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ
5The inhabitants of Samaria Shall dwell near the calf of Beth Aven, For its people mourned for it. To the degree that they rebelled against it, So they will rejoice at its glory Because it was removed from them.
τῷ μόσχῳ τοῦ οἴκου Ων παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν ὅτι ἐπένθησεν ὁ λαὸς αὐτοῦ ἐπ᾿ αὐτόν καὶ καθὼς παρεπίκραναν αὐτόν ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ ὅτι μετῳκίσθη ἀπ᾿ αὐτοῦ
6For they bound it up for the Assyrians And carried it away as a gift to King Jareb. Ephraim shall receive it as a gift, And Israel shall be ashamed of his own counsel.
καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ιαριμ ἐν δόματι Εφραιμ δέξεται καὶ αἰσχυνθήσεται Ισραηλ ἐν τῇ βουλῇ αὐτοῦ
7Samaria has cast off her king Like a twig on the surface of the water,
ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος
8And the altars of Aven, the sins of Israel, Shall be removed. Thorns and thistles shall come upon their altars, And they shall say to the mountains, 'Cover us,' And to the hills, 'Fall on us.'
καὶ ἐξαρθήσονται βωμοὶ Ων ἁμαρτήματα τοῦ Ισραηλ ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν καὶ ἐροῦσιν τοῖς ὄρεσιν καλύψατε ἡμᾶς καὶ τοῖς βουνοῖς πέσατε ἐφ᾿ ἡμᾶς
9'From the days of Gibeah, Israel has sinned; There they stood. The war on that hill against the children of unrighteousness Did not overtake them.
ἀφ᾿ οὗ οἱ βουνοί ἥμαρτεν Ισραηλ ἐκεῖ ἔστησαν οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας
10I came to chastise them, And peoples shall be gathered against them When they are chastised for their two sins.
ἦλθεν παιδεῦσαι αὐτούς καὶ συναχθήσονται ἐπ᾿ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν
11Ephraim is a heifer taught to love victory, But I will come upon the fairest part of her neck. I will mount Ephraim; I will pass over Judah in silence; Jacob shall prevail against him.'
Εφραιμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς ἐπιβιβῶ Εφραιμ καὶ παρασιωπήσομαι Ιουδαν ἐνισχύσει αὐτῷ Ιακωβ
12Sow to yourselves in righteousness; Gather in the fruit of life; Light for yourselves the light of knowledge; Seek the Lord till the fruits of righteousness come upon you.
σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην τρυγήσατε εἰς καρπὸν ζωῆς φωτίσατε ἑαυτοῖς φῶς γνώσεως ἐκζητήσατε τὸν κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ὑμῖν
13Why have you passed over ungodliness in silence And reaped its wrongdoings? You have eaten the fruit of deception, For you have hoped in your chariots, In the abundance of your power.
ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε ἐφάγετε καρπὸν ψευδῆ ὅτι ἤλπισας ἐν τοῖς ἅρμασίν σου ἐν πλήθει δυνάμεώς σου
14Therefore destruction shall rise up among your people, And all your walled places shall be gone, As Beth Arbel in the time of Prince Shalman.
καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται ὡς ἄρχων Σαλαμαν ἐκ τοῦ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν
15In the days of battle, They dashed the mother to the ground upon the children. Thus will I do to you, O house of Israel, Because of your evil deeds. Early in the morning were they cast off; The king of Israel has been cast off.
οὕτως ποιήσω ὑμῖν οἶκος τοῦ Ισραηλ ἀπὸ προσώπου κακιῶν ὑμῶν ὄρθρου ἀπερρίφησαν ἀπερρίφη βασιλεὺς Ισραηλ