Old Testament
1 Ezra 9
1Then Ezra arose from the court of the temple and went into the chamber of Jehohanan the son of Eliashib.
καὶ ἀναστὰς Εσδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ιωαναν τοῦ Ελιασιβου
2He spent the night there and ate no bread nor drank any water, but mourned over the great lawlessness of the people.
καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους
3A proclamation went forth throughout all Judea and Jerusalem that everyone from the captivity should gather in Jerusalem.
καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας συναχθῆναι εἰς Ιερουσαλημ
4But for those who would not meet in two or three days, according to the presiding elders, their cattle would be confiscated for sacrifice and the men themselves would be excluded from the people who returned from exile.
καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας
5So the men from the tribes of Judah and Benjamin gathered in Jerusalem on the third day, which was on the twentieth day of the ninth month.
καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς φυλῆς Ιουδα καὶ Βενιαμιν ἐν τρισὶν ἡμέραις εἰς Ιερουσαλημ οὗτος ὁ μὴν ἔνατος τῇ εἰκάδι τοῦ μηνός
6Because of the inclement weather, all the people sat down, shivering together in the spacious court outside the temple.
καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῇ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα
7Ezra stood to his feet and spoke to them, saying, 'You acted lawlessly and married foreign women, so you added to the sin of Israel.
καὶ ἀναστὰς Εσδρας εἶπεν αὐτοῖς ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναῖκας ἀλλογενεῖς τοῦ προσθεῖναι ἁμαρτίαν τῷ Ισραηλ
8Now therefore, make your confession and glorify the Lord God of our fathers.
καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ κυρίῳ θεῷ τῶν πατέρων ἡμῶν
9Do His will and be separate from the peoples of the land and from your foreign wives.'
καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν
10Then all the people cried out and said with a loud voice, 'Thus as You have said, we will do.
καὶ ἐφώνησαν ἅπαν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ οὕτως ὡς εἴρηκας ποιήσομεν
11But our number is great and it is wintertime, so we cannot stand in the open air and find a way to do this work in one or two days; for we have sinned greatly in these matters.
ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ἡ ὥρα χειμερινή καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς οὐδὲ δύο ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις
12So let the leaders of the people remain, and let those in our communities who have foreign wives return at an appointed time
στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσιν γυναῖκας ἀλλογενεῖς παραγενηθήτωσαν λαβόντες χρόνον
13to meet with the elders and judges of each settlement until we are delivered from the Lord's wrath in this matter.'
καὶ ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως τοῦ λῦσαι τὴν ὀργὴν τοῦ κυρίου ἀφ᾿ ἡμῶν τοῦ πράγματος τούτου
14Jonathan the son of Asahel and Jehziah the son of Thokanos accepted their conditions, and Meshullam, Levi, and Shabbethai agreed to be fellow arbitrators with them.
Ιωναθας Αζαηλου καὶ Ιεζιας Θοκανου ἐπεδέξαντο κατὰ ταῦτα καὶ Μοσολλαμος καὶ Λευις καὶ Σαββαταιος συνεβράβευσαν αὐτοῖς
15All those from the captivity also were in agreement with this.
καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας
16Then Ezra the priest chose for himself leading men of their paternal families, naming all of them, and on the first day of the tenth month they sat down together to begin their examinations
καὶ ἐπελέξατο ἑαυτῷ Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν κατ᾿ ὄνομα πάντας καὶ συνεκάθισαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα
17of the men who had taken foreign wives. These cases were brought to a conclusion on the new moon of the first month.
καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός
18Those priests who were found to have foreign wives were:
καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες
19from the sons of Jeshua, the son of Jozadak and his brethren, Maseiah, Eliazar, Jarib, and Jodan.
ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ιωσεδεκ καὶ τῶν ἀδελφῶν Μασηας καὶ Ελεαζαρος καὶ Ιωριβος καὶ Ιωδανος
20They swore under oath to put away their wives and to make atonement with rams for their ignorance.
καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν
21The priests from the sons of Immer were Ananias, Zebadiah, Manes and Shemaiah and Jehiel and Azariah.
καὶ ἐκ τῶν υἱῶν Εμμηρ Ανανιας καὶ Ζαβδαιος καὶ Μανης καὶ Σαμαιος καὶ Ιιηλ καὶ Αζαριας
22And from the sons of Pashur: Elionai, Maasiah, Ishmael, Nathanael, Okideilus, and Salthas.
καὶ ἐκ τῶν υἱῶν Φαισουρ Ελιωναις Μασσιας Ισμαηλος καὶ Ναθαναηλος καὶ Ωκιδηλος καὶ Σαλθας
23From the Levites there were Jozabad and Shimei and Kolaiah, who was Kalitah, and Pethaiah and Judah and Jonah;
καὶ ἐκ τῶν Λευιτῶν Ιωζαβδος καὶ Σεμεϊς καὶ Κωλιος οὗτος Καλιτας καὶ Παθαιος καὶ Ωουδας καὶ Ιωανας
24and from the temple singers there were Eliashib and Bacchurus;
ἐκ τῶν ἱεροψαλτῶν Ελιασιβος Βακχουρος
25and from the gatekeepers there were Shallum and Tolbanes.
ἐκ τῶν θυρωρῶν Σαλλουμος καὶ Τολβανης
26And from Israel: from the sons of Phorus, there were Jermas, Izziah, Melchiah, Mijamin, Eleazar, Asibias, and Benaiah.
ἐκ τοῦ Ισραηλ ἐκ τῶν υἱῶν Φορος Ιερμας καὶ Ιεζιας καὶ Μελχιας καὶ Μιαμινος καὶ Ελεαζαρος καὶ Ασιβιας καὶ Βανναιας
27From the sons of Elam there were Mattaniah, Zechariah, Jezrielus and Obadiah, Jeremoth and Elijah.
ἐκ τῶν υἱῶν Ηλαμ Ματανιας καὶ Ζαχαριας Ιεζριηλος καὶ Ωβαδιος καὶ Ιερεμωθ καὶ Ηλιας
28From the sons of Zamoth there were Eliadas, Eliasimus, Othoniah, Jeremoth, Sabathus, and Zerdaiah.
καὶ ἐκ τῶν υἱῶν Ζαμοθ Ελιαδας Ελιασιμος Οθονιας Ιαριμωθ καὶ Σαβαθος καὶ Ζερδαιας
29From the sons of Bebai, there were Johannes, Ananias, Zabdus, and Emathis.
καὶ ἐκ τῶν υἱῶν Βηβαι Ιωαννης καὶ Ανανιας καὶ Ζαβδος καὶ Εμαθις
30From the sons of Mani there were Olamus, Mamuchus, Jedaiah, Jashub, Asaeilus, and Jeremoth.
καὶ ἐκ τῶν υἱῶν Μανι Ωλαμος Μαμουχος Ιεδαιος Ιασουβος καὶ Ασαηλος καὶ Ιερεμωθ
31From the sons of Addi there were Naathus, Moossiah, Laccunus, Naidus, Bescaspasmas, Sestheel, Balnouas, and Manasseh.
καὶ ἐκ τῶν υἱῶν Αδδι Νααθος καὶ Μοοσσιας Λακκουνος καὶ Ναϊδος καὶ Βεσκασπασμυς καὶ Σεσθηλ καὶ Βαλνουος καὶ Μανασσηας
32From the sons of Annan there were Elionas, Asaias, Melchias, Sabbaias, and Simon Chosamaias.
καὶ ἐκ τῶν υἱῶν Ανναν Ελιωνας καὶ Ασαιας καὶ Μελχιας καὶ Σαββαιας καὶ Σιμων Χοσαμαιος
33From the sons of Asam there were Maltannias, Mattathias, Zabannias, Eliphalat, Manasseh, and Shimei.
καὶ ἐκ τῶν υἱῶν Ασομ Μαλτανναιος καὶ Ματταθιας καὶ Σαβανναιους καὶ Ελιφαλατ καὶ Μανασσης καὶ Σεμεϊ
34From the sons of Bahni there were Jeremiah, Mamdias, Maerus, Joel, Mamdai, Paedias, Vaniah, Carabasian, Eliasibas, Mamnitanaimas, Eliasis, Bannous, Elialis, Shomeis, Shelemiah, and Nethaniah.
καὶ ἐκ τῶν υἱῶν Βαανι Ιερεμιας Μομδιος Μαηρος Ιουηλ Μαμδαι καὶ Πεδιας καὶ Ανως Καραβασιων καὶ Ελιασιβος καὶ Μαμνιταναιμος Ελιασις Βαννους Ελιαλις Σομεϊς Σελεμιας Ναθανιας καὶ ἐκ τῶν υἱῶν Εζωρα Σεσσις Εζριλ Αζαηλος Σαματος Ζαμβρις Ιωσηπος
35From the sons of Ezora there were Shessis, Ezriel, Azeilas, Samatus, Zambris, and Joseph; and from the sons of Noomah there were Mazitias, Zabadias, Iddo, Joel, and Benaiah.
καὶ ἐκ τῶν υἱῶν Νοομα Μαζιτιας Ζαβαδαιας Ηδαις Ιουηλ Βαναιας
36All of these married foreign women, whom they sent away along with their children.
πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις
37The priests, the Levites, and those from Israel settled in Jerusalem and in the countryside on the new moon of the seventh month. So the children of Israel were in their dwelling places.
καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ Ισραηλ ἐν Ιερουσαλημ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ ἑβδόμου μηνός καὶ οἱ υἱοὶ Ισραηλ ἐν ταῖς κατοικίαις αὐτῶν
38Then all the people gathered with one accord in the spacious place before the east gate of the temple.
καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος
39They asked Ezra the high priest and reader to bring the Law of Moses, which had been handed down by the Lord God of Israel.
καὶ εἶπον Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωυσέως τὸν παραδοθέντα ὑπὸ τοῦ κυρίου θεοῦ Ισραηλ
40So Ezra the high priest brought the law for all the people—both men, women, and all the priests—to hear the law on the new moon of the seventh month.
καὶ ἐκόμισεν Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός
41He read aloud in the open place before the temple gate from early morning to noonday in the presence of both men and women; and all the people paid attention to the law.
καὶ ἀνεγίγνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν καὶ ἐπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον
42Ezra the priest and reader of the law stood upon the wooden judgment seat that had been made ready.
καὶ ἔστη Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος
43Mattathias, Shammous, Ananias, Azariah, Uriah, Hezekiah, and Baalsamus stood beside him at his right side.
καὶ ἔστησαν παρ᾿ αὐτῷ Ματταθιας Σαμμους Ανανιας Αζαριας Ουριας Εζεκιας Βααλσαμος ἐκ δεξιῶν
44At his left side stood Pedaiah, Mishael, Melcaiah, Lothasubus, Nabariah, and Zechariah.
καὶ ἐξ εὐωνύμων Φαδαιος Μισαηλ Μελχιας Λωθασουβος Ναβαριας Ζαχαριας
45Then Ezra took in hand the book of the law in the presence of the people, for he had the seat of honor before all of them;
καὶ ἀναλαβὼν Εσδρας τὸ βιβλίον τοῦ νόμου ἐνώπιον τοῦ πλήθους προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων
46and when he opened the law, all of them stood up straight. Ezra then blessed the Lord God Most High, the God of Hosts, the Almighty.
καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν καὶ εὐλόγησεν Εσδρας τῷ κυρίῳ θεῷ ὑψίστῳ θεῷ σαβαωθ παντοκράτορι
47All the people cried out, 'Amen!' They raised up their hands, then fell prostrate on the ground and worshiped the Lord.
καὶ ἐπεφώνησεν πᾶν τὸ πλῆθος αμην καὶ ἄραντες ἄνω τὰς χεῖρας προσπεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ κυρίῳ
48The Levites, Jeshua, Anniuth, Sarabiah, Jadinus, Jakoubas, Sabbateus, Autias, Maiannas, Kalitas, Azariah and Jozabdas, Ananias, and Pelaiah, taught the law of the Lord. At the same time, they explained what was being read.
Ἰησοῦς καὶ Αννιουθ καὶ Σαραβιας Ιαδινος Ιακουβος Σαββαταιος Αυταιας Μαιαννας καὶ Καλιτας Αζαριας καὶ Ιωζαβδος Ανανιας Φαλιας οἱ Λευῖται ἐδίδασκον τὸν νόμον κυρίου καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ κυρίου ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν
49Attarates then spoke to Ezra the high priest and reader, and to the Levites who taught the people, and to the multitude, saying,
καὶ εἶπεν Ατταρατης Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας
50'This day is holy to the Lord' (now all were weeping when they heard the law),
ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ κυρίῳ καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου
51'So go therefore and eat the fat and drink the sweet, and send a gift to those who have none.
βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν
52For this day is holy to the Lord. Do not be grieved, for the Lord will honor you.'
ἁγία γὰρ ἡ ἡμέρα τῷ κυρίῳ καὶ μὴ λυπεῖσθε ὁ γὰρ κύριος δοξάσει ὑμᾶς
53So the Levites gave a command to all the people, saying, 'This day is holy; do not be grieved.'
καὶ οἱ Λευῖται ἐκέλευον τῷ δήμῳ παντὶ λέγοντες ἡ ἡμέρα αὕτη ἁγία μὴ λυπεῖσθε
54Then everyone went on their way to eat and drink, to gladden themselves, to give gifts to those who were lacking, and to heartily rejoice.
καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσιν καὶ εὐφρανθῆναι μεγάλως
55For they were inspired by the words which were taught to them, and they gathered together.
ὅτι καὶ ἐνεφυσιώθησαν ἐν τοῖς ῥήμασιν οἷς ἐδιδάχθησαν καὶ ἐπισυνήχθησαν