Old Testament
2 Kingdoms 8
1After this, David attacked the Philistines and put them to flight. And David took the border country from the hand of the Philistines.
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς καὶ ἔλαβεν Δαυιδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων
2Then David defeated Moab, and after forcing them down to the ground, he measured them off with lines. With two lines he measured off those to be put to death, and with two lines those to be kept alive. So the Moabites became David's servants and brought tribute.
καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν καὶ ἐγένετο Μωαβ τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια
3David also defeated Hadadezer the son of Rehob, king of Zobah, as he went to extend his power to the River Euphrates.
καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ υἱὸν Ρααβ βασιλέα Σουβα πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην
4David took from him one thousand chariots, seven thousand horsemen, and twenty thousand foot soldiers. Also David hamstrung all the chariot horses, except that he spared enough of them for one hundred chariots.
καὶ προκατελάβετο Δαυιδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα
5When the Syrians of Damascus came to help Hadadezer king of Zobah, David killed twenty-two thousand men in Syria.
καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Αδρααζαρ βασιλεῖ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν
6Then David put garrisons in Syria of Damascus, and the Syrians became David's servants and brought tribute. The Lord saved David wherever he went.
καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο
7And David took the shields of gold that had belonged to the servants of Hadadezer, king of Zobah, and brought them to Jerusalem. Sousakim, king of Egypt, took them when he went up to Jerusalem in the days of Rehoboam, the son of Solomon.
καὶ ἔλαβεν Δαυιδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Αδρααζαρ βασιλέως Σουβα καὶ ἤνεγκεν αὐτὰ εἰς Ιερουσαλημ καὶ ἔλαβεν αὐτὰ Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ιερουσαλημ ἐν ἡμέραις Ροβοαμ υἱοῦ Σολομῶντος
8Also from the Mazbak, from the choice cities of Hadadezer, King David took a large amount of bronze with which Solomon made the bronze Sea and the pillars and the basins and all the implements.
καὶ ἐκ τῆς Μασβακ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Αδρααζαρ ἔλαβεν ὁ βασιλεὺς Δαυιδ χαλκὸν πολὺν σφόδρα ἐν αὐτῷ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη
9When Toi, king of Hamath, heard that David had defeated all the army of Hadadezer,
καὶ ἤκουσεν Θοου ὁ βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ πᾶσαν τὴν δύναμιν Αδρααζαρ
10Toi sent his son Joram to King David, to greet him in peace and bless him because he had fought against Hadadezer and defeated him. For he had been at war with Hadadezer. And in his hands he brought with him articles of silver, articles of gold, and articles of bronze.
καὶ ἀπέστειλεν Θοου Ιεδδουραν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυιδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀντικείμενος ἦν τῷ Αδρααζαρ καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ
11King David consecrated these to the Lord along with the silver and gold that he had consecrated from all the cities he had subdued—
καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν
12from Idumea, from Moab, from the sons of Ammon, from the Philistines, from Amalek, and from the spoil of Hadadezer the son of Rehob, king of Zobah.
ἐκ τῆς Ιδουμαίας καὶ ἐκ τῆς γῆς Μωαβ καὶ ἐκ τῶν υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ καὶ ἐκ τῶν σκύλων Αδρααζαρ υἱοῦ Ρααβ βασιλέως Σουβα
13And David made himself a name when he returned from killing eighteen thousand Idumeans in Gaimele.
καὶ ἐποίησεν Δαυιδ ὄνομα καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ιδουμαίαν ἐν Γαιμελε εἰς ὀκτωκαίδεκα χιλιάδας
14He also put garrisons in Idumea, throughout all Idumea, and all the Idumeans became the king's servants. And the Lord preserved David wherever he went.
καὶ ἔθετο ἐν τῇ Ιδουμαίᾳ φρουράν ἐν πάσῃ τῇ Ιδουμαίᾳ καὶ ἐγένοντο πάντες οἱ Ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο
15So David reigned over Israel, and David administered judgment and justice to all his people.
καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ καὶ ἦν Δαυιδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ
16Joab the son of Zeruiah was over the army; Jehoshaphat the son of Ahilud was recorder;
καὶ Ιωαβ υἱὸς Σαρουιας ἐπὶ τῆς στρατιᾶς καὶ Ιωσαφατ υἱὸς Αχια ἐπὶ τῶν ὑπομνημάτων
17Zadok the son of Ahitub and Ahimelech the son of Abiathar were the priests; Asa was the scribe;
καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Ασα ὁ γραμματεύς
18Benaiah the son of Jehoiada was an advisor, as were the Cherethites and the Pelethites; and David's sons were chief ministers.
καὶ Βαναιας υἱὸς Ιωδαε σύμβουλος καὶ ὁ Χελεθθι καὶ ὁ Φελεττι καὶ υἱοὶ Δαυιδ αὐλάρχαι ἦσαν