Old Testament
2 Kingdoms 11
1Then at the appointed time when kings go out to battle, David sent Joab and his guards, and all Israel with him. They destroyed the sons of Ammon and besieged Rabbah. But David remained at Jerusalem.
καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων καὶ ἀπέστειλεν Δαυιδ τὸν Ιωαβ καὶ τοὺς παῖδας αὐτοῦ μετ᾿ αὐτοῦ καὶ τὸν πάντα Ισραηλ καὶ διέφθειραν τοὺς υἱοὺς Αμμων καὶ διεκάθισαν ἐπὶ Ραββαθ καὶ Δαυιδ ἐκάθισεν ἐν Ιερουσαλημ
2Then one evening David arose from his bed and went up on the roof of the king's house. From the roof, he saw a woman bathing, and she was very beautiful in appearance.
καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδεν γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα
3So David sent and asked about the woman. And someone said, 'Is not this Bathsheba, the daughter of Eliam, the wife of Uriah the Hittite?'
καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐζήτησεν τὴν γυναῖκα καὶ εἶπεν οὐχὶ αὕτη Βηρσαβεε θυγάτηρ Ελιαβ γυνὴ Ουριου τοῦ Χετταίου
4David sent messengers and took her. And she came to him, and he lay with her, for she was purified from her uncleanness. And she returned to her house.
καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐκοιμήθη μετ᾿ αὐτῆς καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς
5And the woman conceived, so she sent and told David and said, 'I am with child.'
καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή καὶ ἀποστείλασα ἀπήγγειλεν τῷ Δαυιδ καὶ εἶπεν ἐγώ εἰμι ἐν γαστρὶ ἔχω
6Then David sent to Joab, saying, 'Send me Uriah the Hittite.' And Joab sent Uriah to David.
καὶ ἀπέστειλεν Δαυιδ πρὸς Ιωαβ λέγων ἀπόστειλον πρός με τὸν Ουριαν τὸν Χετταῖον καὶ ἀπέστειλεν Ιωαβ τὸν Ουριαν πρὸς Δαυιδ
7When Uriah had come to him, David asked how Joab was doing, and how the people were doing, and how the war prospered.
καὶ παραγίνεται Ουριας καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐπηρώτησεν Δαυιδ εἰς εἰρήνην Ιωαβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου
8And David said to Uriah, 'Go down to your house and wash your feet.' So Uriah departed from the king's house, and a gift from the king followed him.
καὶ εἶπεν Δαυιδ τῷ Ουρια κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου καὶ ἐξῆλθεν Ουριας ἐξ οἴκου τοῦ βασιλέως καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως
9But Uriah slept at the door of the king's house with all the servants of his lord and did not go down to his house.
καὶ ἐκοιμήθη Ουριας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ
10So when they told David, saying, 'Uriah did not go down to his house,' David said to Uriah, 'Didn't you come from a journey? Why didn't you go down to your house?'
καὶ ἀνήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι οὐ κατέβη Ουριας εἰς τὸν οἶκον αὐτοῦ καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου
11And Uriah said to David, 'The ark and Israel and Judah are dwelling in tents, and my lord Joab and the servants of my lord are encamped in the open fields. Shall I go to my house to eat and drink and lie with my wife? How should I do this? As your soul lives, I will not do this.'
καὶ εἶπεν Ουριας πρὸς Δαυιδ ἡ κιβωτὸς καὶ Ισραηλ καὶ Ιουδας κατοικοῦσιν ἐν σκηναῖς καὶ ὁ κύριός μου Ιωαβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου πῶς ζῇ ἡ ψυχή σου εἰ ποιήσω τὸ ῥῆμα τοῦτο
12Then David said to Uriah, 'Wait here today, and tomorrow I will send you away.' So Uriah remained in Jerusalem that day and the next.
καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν κάθισον ἐνταῦθα καί γε σήμερον καὶ αὔριον ἐξαποστελῶ σε καὶ ἐκάθισεν Ουριας ἐν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον
13The next day, David invited him, and he ate and drank with him, and he got him drunk. In the evening, he left to sleep on his bed with the servants of his lord, but he did not go down to his house.
καὶ ἐκάλεσεν αὐτὸν Δαυιδ καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιεν καὶ ἐμέθυσεν αὐτόν καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη
14In the morning, David wrote a letter to Joab and sent it by the hand of Uriah.
καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν Δαυιδ βιβλίον πρὸς Ιωαβ καὶ ἀπέστειλεν ἐν χειρὶ Ουριου
15And he wrote in the letter, saying, 'Set Uriah in the forefront of the fiercest battle and retreat from him, so that he may be struck down and die.'
καὶ ἔγραψεν ἐν τῷ βιβλίῳ λέγων εἰσάγαγε τὸν Ουριαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ καὶ πληγήσεται καὶ ἀποθανεῖται
16So when Joab besieged the city, he assigned Uriah to a place where he knew there were valiant men.
καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ιωαβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν Ουριαν εἰς τὸν τόπον οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ
17Then the men of the city came out and fought with Joab. And some of the people of the servants of David fell, and Uriah the Hittite died as well.
καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ιωαβ καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυιδ καὶ ἀπέθανεν καί γε Ουριας ὁ Χετταῖος
18Then Joab sent and told David everything concerning the war,
καὶ ἀπέστειλεν Ιωαβ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ πάντας τοὺς λόγους τοῦ πολέμου
19and charged the messenger, saying, 'When you have finished telling the king the matters of the war,
καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων ἐν τῷ συντελέσαι σε πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα
20if the king's wrath rises and he says to you, 'Why did you approach so near to the city when you fought? Did you not know that they would shoot from the wall?
καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους
21Who struck Abimelech the son of Jerubbesheth? Was it not a woman who cast a piece of a millstone on him from the wall, so that he died in Thebez? Why did you go near the wall?'—then you shall say, 'Your servant Uriah the Hittite is dead as well.' '
τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ᾿ αὐτὸν κλάσμα μύλου ἐπάνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος καὶ ἐρεῖς καί γε Ουριας ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέθανεν
22So Joab's messenger went to the king in Jerusalem and came and told David everything Joab had told him, all the news of the battle. Now David was angry with Joab and said to the messenger, 'Why did you go near to the city to fight? Did you not know that you would be wounded from the wall? Who struck Abimelech the son of Jerubbaal? Was it not a woman who cast a piece of millstone on him from the wall, so that he died in Thamsi? Why did you go near the wall?'
καὶ ἐπορεύθη ὁ ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυιδ πάντα ὅσα ἀπήγγειλεν αὐτῷ Ιωαβ πάντα τὰ ῥήματα τοῦ πολέμου καὶ ἐθυμώθη Δαυιδ πρὸς Ιωαβ καὶ εἶπεν πρὸς τὸν ἄγγελον ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ᾿ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος
23And the messenger said to David, 'Because the men prevailed against us and came out to us in the field. Then we drove them back as far as the entrance of the gate.
καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυιδ ὅτι ἐκραταίωσαν ἐφ᾿ ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ᾿ ἡμᾶς εἰς τὸν ἀγρόν καὶ ἐγενήθημεν ἐπ᾿ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης
24The archers shot from the wall at your servants, and some of the king's servants are dead, and your servant Uriah the Hittite is dead also.'
καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους καὶ ἀπέθαναν τῶν παίδων τοῦ βασιλέως καί γε ὁ δοῦλός σου Ουριας ὁ Χετταῖος ἀπέθανεν
25Then David said to the messenger, 'Thus you shall say to Joab, 'Do not let this thing seem evil in your eyes, for the sword sometimes devours in this way and sometimes in that. Strengthen your attack against the city and overthrow it. So strengthen the war.' '
καὶ εἶπεν Δαυιδ πρὸς τὸν ἄγγελον τάδε ἐρεῖς πρὸς Ιωαβ μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν
26When the wife of Uriah heard that Uriah her husband was dead, she mourned for her husband.
καὶ ἤκουσεν ἡ γυνὴ Ουριου ὅτι ἀπέθανεν Ουριας ὁ ἀνὴρ αὐτῆς καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς
27And when her mourning was over, David sent and brought her to his house, and she became his wife and bore him a son. But what David did was evil in the Lord's eyes.
καὶ διῆλθεν τὸ πένθος καὶ ἀπέστειλεν Δαυιδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὃ ἐποίησεν Δαυιδ ἐν ὀφθαλμοῖς κυρίου