Old Testament
Judith 14
1Then Judith said to them, 'Hear me, my friends; take this head and hang it at the top of the city wall at daybreak.
καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατε δή μου ἀδελφοί καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν
2Then when the sun comes up on the horizon, let every able-bodied man take up his weapons and appoint a captain over them. March out of the city as though you were going down to the plain against the outposts of the Assyrians, but do not go down.
καὶ ἔσται ἡνίκα ἐὰν διαφαύσῃ ὁ ὄρθρος καὶ ἐξέλθῃ ὁ ἥλιος ἐπὶ τὴν γῆν ἀναλήμψεσθε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμῶν καὶ ἐξελεύσεσθε πᾶς ἀνὴρ ἰσχύων ἔξω τῆς πόλεως καὶ δώσετε ἀρχηγὸν εἰς αὐτοὺς ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς τὴν προφυλακὴν υἱῶν Ασσουρ καὶ οὐ καταβήσεσθε
3Then they will take up their weapons and head into their camp and awaken the officers of the Assyrian army. They will hurry together to Holofernes' tent, but they will not find him. Panic will overcome them, and they will run from you.
καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ασσουρ καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν καὶ ἐπιπεσεῖται ἐπ᾿ αὐτοὺς φόβος καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν
4Then you and all those who dwell inside the boundaries of Israel shall pursue them and kill them as they flee.
καὶ ἐπακολουθήσαντες ὑμεῖς καὶ πάντες οἱ κατοικοῦντες πᾶν ὅριον Ισραηλ καταστρώσατε αὐτοὺς ἐν ταῖς ὁδοῖς αὐτῶν
5But before you do these things, call Achior the Ammonite to me so he may look upon and recognize the man who hated the house of Israel and sent him to us as though to his death.'
πρὸ δὲ τοῦ ποιῆσαι ταῦτα καλέσατέ μοι Αχιωρ τὸν Αμμανίτην ἵνα ἰδὼν ἐπιγνοῖ τὸν ἐκφαυλίσαντα τὸν οἶκον τοῦ Ισραηλ καὶ αὐτὸν ὡς εἰς θάνατον ἀποστείλαντα εἰς ἡμᾶς
6So they sent for Achior from Uzziah's house, and when he came he saw the head of Holofernes held in the hand of a man in the assembly of the people. He fell on his face and fainted.
καὶ ἐκάλεσαν τὸν Αχιωρ ἐκ τοῦ οἴκου Οζια ὡς δὲ ἦλθεν καὶ εἶδεν τὴν κεφαλὴν Ολοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ
7But when they picked him up, he fell prostrate at the feet of Judith, and bowing before her, said, 'Blessed are you in all the tents of Judea. Those who hear your name in every nation will tremble.
ὡς δὲ ἀνέλαβον αὐτόν προσέπεσεν τοῖς ποσὶν Ιουδιθ καὶ προσεκύνησεν τῷ προσώπῳ αὐτῆς καὶ εἶπεν εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ιουδα καὶ ἐν παντὶ ἔθνει οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται
8But for now, explain to me everything you did during these days.'
καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίησας ἐν ταῖς ἡμέραις ταύταις καὶ ἀπήγγειλεν αὐτῷ Ιουδιθ ἐν μέσῳ τοῦ λαοῦ πάντα ὅσα ἦν πεποιηκυῖα ἀφ᾿ ἧς ἡμέρας ἐξῆλθεν ἕως οὗ ἐλάλει αὐτοῖς
9Then, in the midst of the people, Judith told him the many things she had done since the day she departed until the time she was speaking with them. And as she completed her report, the people shouted loudly, making jubilant noise in the city.
ὡς δὲ ἐπαύσατο λαλοῦσα ἠλάλαξεν ὁ λαὸς φωνῇ μεγάλῃ καὶ ἔδωκεν φωνὴν εὐφρόσυνον ἐν τῇ πόλει αὐτῶν
10And when Achior saw all the things the God of Israel had accomplished, he believed in God profoundly, was circumcised, and has been membered with the house of Israel until this day.
ἰδὼν δὲ Αχιωρ πάντα ὅσα ἐποίησεν ὁ θεὸς τοῦ Ισραηλ ἐπίστευσεν τῷ θεῷ σφόδρα καὶ περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ καὶ προσετέθη εἰς τὸν οἶκον Ισραηλ ἕως τῆς ἡμέρας ταύτης
11At daybreak, they hung the head of Holofernes on the wall, and every man seized his weapons. They then marched out in companies to the mountain passes.
ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ολοφέρνου ἐκ τοῦ τείχους καὶ ἀνέλαβεν πᾶς ἀνὴρ τὰ ὅπλα αὐτοῦ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους
12And when the Assyrian forces saw them, they notified their captains, and they went in turn to the generals, the captains, and all their officers.
οἱ δὲ υἱοὶ Ασσουρ ὡς εἶδον αὐτούς διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτῶν οἱ δὲ ἦλθον ἐπὶ τοὺς στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτῶν
13They went to the tent of Holofernes and said to the man in charge of all his affairs, 'Awaken our lord at once, for the slaves dare to come down to wage war against us, to their total destruction.'
καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ ἔγειρον δὴ τὸν κύριον ἡμῶν ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφ᾿ ἡμᾶς εἰς πόλεμον ἵνα ἐξολεθρευθῶσιν εἰς τέλος
14Then Bagoas went in and knocked at the door of the tent, for he presumed Holofernes was sleeping with Judith.
καὶ εἰσῆλθεν Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς ὑπενόει γὰρ καθεύδειν αὐτὸν μετὰ Ιουδιθ
15When there was no answer, he opened the door and entered the bedchamber. He found him sprawled out on the floor, a corpse without a head.
ὡς δ᾿ οὐθεὶς ἐπήκουσεν διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐρριμμένον νεκρόν καὶ ἡ κεφαλὴ αὐτοῦ ἀφῄρητο ἀπ᾿ αὐτοῦ
16With a loud voice he cried out, weeping and groaning. Shouting out, he tore his garments.
καὶ ἐβόησεν φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ
17He then went to the tent where Judith had lodged. Unable to find her, he ran out to the people and cried out,
καὶ εἰσῆλθεν εἰς τὴν σκηνήν οὗ ἦν Ιουδιθ καταλύουσα καὶ οὐχ εὗρεν αὐτήν καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν καὶ ἐβόησεν
18'The slaves deceived us! A single woman of the Hebrews has brought shame upon the house of King Nebuchadnezzar! Come and see—Holofernes is sprawled on the ground and his head is gone.'
ἠθέτησαν οἱ δοῦλοι ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν Εβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονοσορ ὅτι ἰδοὺ Ολοφέρνης χαμαί καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπ᾿ αὐτῷ
19When the Assyrian army officers heard these words, they tore their tunics and were in a state of great turmoil. They cried aloud, shouting in the midst of the camp.
ὡς δὲ ἤκουσαν ταῦτα τὰ ῥήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ασσουρ τοὺς χιτῶνας αὐτῶν διέρρηξαν καὶ ἐταράχθη αὐτῶν ἡ ψυχὴ σφόδρα καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς