Old Testament
3 Maccabees 2
1The high priest Simon bent his knees before the temple and stretched out his hands with great dignity, calmly offering the following prayer:
ὁ μὲν οὖν ἀρχιερεὺς Σιμων ἐξ ἐναντίας τοῦ ναοῦ κάμψας τὰ γόνατα καὶ τὰς χεῖρας προτείνας εὐτάκτως ἐποιήσατο τὴν δέησιν τοιαύτην
2'O Lord, Lord, King of the heavens and Master of all creation, Holy One among the holy ones, the only Ruler, the Almighty: attend to us who are grievously oppressed by an unholy and irreverent man who is arrogant in his audacity and power.
κύριε κύριε βασιλεῦ τῶν οὐρανῶν καὶ δέσποτα πάσης κτίσεως ἅγιε ἐν ἁγίοις μόναρχε παντοκράτωρ πρόσχες ἡμῖν καταπονουμένοις ὑπὸ ἀνοσίου καὶ βεβήλου θράσει καὶ σθένει πεφρυαγμένου
3For You, the Creator of all and Ruler over all, are a righteous Master, and You judge those who do anything with insolence and arrogance.
σὺ γὰρ ὁ κτίσας τὰ πάντα καὶ τῶν ὅλων ἐπικρατῶν δυνάστης δίκαιος εἶ καὶ τοὺς ὕβρει καὶ ἀγερωχίᾳ τι πράσσοντας κρίνεις
4In the past You destroyed those who acted unjustly, among whom were the giants who trusted in their physical strength and boldness, whom You destroyed by bringing the great flood of water upon them.
σὺ τοὺς ἔμπροσθεν ἀδικίαν ποιήσαντας ἐν οἷς καὶ γίγαντες ἦσαν ῥώμῃ καὶ θράσει πεποιθότες διέφθειρας ἐπαγαγὼν αὐτοῖς ἀμέτρητον ὕδωρ
5You burned up with fire and brimstone the inhabitants of Sodom, who acted in arrogance and were notorious for their evil acts, and You made them an example for those who came after them.
σὺ τοὺς ὑπερηφανίαν ἐργαζομένους Σοδομίτας διαδήλους ταῖς κακίαις γενομένους πυρὶ καὶ θείῳ κατέφλεξας παράδειγμα τοῖς ἐπιγινομένοις καταστήσας
6You made known Your might and power among men and brought many different acts of punishment on the arrogant Pharaoh, who enslaved Your holy people Israel.
σὺ τὸν θρασὺν Φαραω καταδουλωσάμενον τὸν λαόν σου τὸν ἅγιον Ισραηλ ποικίλαις καὶ πολλαῖς δοκιμάσας τιμωρίαις ἐγνώρισας τὴν σὴν δύναμιν ἐφ᾿ οἷς ἐγνώρισας τὸ μέγα σου κράτος
7For when he chased after them with horse-drawn chariots and a myriad of troops, You overwhelmed him in the depths of the sea, and brought across to safety those who trusted in You, the King of all creation.
καὶ ἐπιδιώξαντα αὐτὸν σὺν ἅρμασιν καὶ ὄχλων πλήθει ἐπέκλυσας βάθει θαλάσσης τοὺς δὲ ἐμπιστεύσαντας ἐπὶ σοὶ τῷ τῆς ἁπάσης κτίσεως δυναστεύοντι σώους διεκόμισας
8So when they considered the works of Your hands, they praised You, the Almighty God.
οἳ καὶ συνιδόντες ἔργα σῆς χειρὸς ᾔνεσάν σε τὸν παντοκράτορα
9'You, O King, created the endless and measureless earth and chose this city. You sanctified this holy place for Your name and hallowed it by its magnificent appearance, even though You have no need of anything. You made its structure solid for the glory of Your great and honorable name.
σύ βασιλεῦ κτίσας τὴν ἀπέραντον καὶ ἀμέτρητον γῆν ἐξελέξω τὴν πόλιν ταύτην καὶ ἡγίασας τὸν τόπον τοῦτον εἰς ὄνομά σοι τῷ τῶν ἁπάντων ἀπροσδεεῖ καὶ παρεδόξασας ἐν ἐπιφανείᾳ μεγαλοπρεπεῖ σύστασιν ποιησάμενος αὐτοῦ πρὸς δόξαν τοῦ μεγάλου καὶ ἐντίμου ὀνόματός σου
10'Because You love the house of Israel, You promised that if we should suffer setbacks and if distress should overtake us, You would hear our supplication when we come into this place to pray.
καὶ ἀγαπῶν τὸν οἶκον τοῦ Ισραηλ ἐπηγγείλω διότι ἐὰν γένηται ἡμῶν ἀποστροφὴ καὶ καταλάβῃ ἡμᾶς στενοχωρία καὶ ἐλθόντες εἰς τὸν τόπον τοῦτον δεηθῶμεν εἰσακούσῃ τῆς δεήσεως ἡμῶν
11Indeed, You are faithful and true.
καὶ δὴ πιστὸς εἶ καὶ ἀληθινός
12But often when our fathers were afflicted, You helped them in humility and saved them from great evils.
ἐπεὶ δὲ πλεονάκις θλιβέντων τῶν πατέρων ἡμῶν ἐβοήθησας αὐτοῖς ἐν τῇ ταπεινώσει καὶ ἐρρύσω αὐτοὺς ἐκ μεγάλων κακῶν
13Behold, O holy King, how we are oppressed because of our manifold sins, subjected to our enemies and lying in helplessness.
ἰδοὺ δὲ νῦν ἅγιε βασιλεῦ διὰ τὰς πολλὰς καὶ μεγάλας ἡμῶν ἁμαρτίας καταπονούμεθα καὶ ὑπετάγημεν τοῖς ἐχθροῖς ἡμῶν καὶ παρείμεθα ἐν ἀδυναμίαις
14In our downfall this arrogant and ungodly man continues to desecrate the holy place which is dedicated to the name of Your glory on the earth.
ἐν δὲ τῇ ἡμετέρᾳ καταπτώσει ὁ θρασὺς καὶ βέβηλος οὗτος ἐπιτηδεύει καθυβρίσαι τὸν ἐπὶ τῆς γῆς ἀναδεδειγμένον τῷ ὀνόματι τῆς δόξης σου ἅγιον τόπον
15Your dwelling place, the heaven of the heavens, is unapproachable by men.
τὸ μὲν γὰρ κατοικητήριόν σου οὐρανὸς τοῦ οὐρανοῦ ἀνέφικτος ἀνθρώποις ἐστίν
16But since You by Your grace consented to grant Your glory upon Your people Israel, You hallowed this place.
ἀλλὰ ἐπεὶ εὐδοκήσας τὴν δόξαν σου ἐν τῷ λαῷ σου Ισραηλ ἡγίασας τὸν τόπον τοῦτον
17Do not punish us for the defilement caused by these men, and do not chastise us for this profanity. Do not allow these lawless people to brag in their anger and exult in the pride of their tongues, saying
μὴ ἐκδικήσῃς ἡμᾶς ἐν τῇ τούτων ἀκαθαρσίᾳ μηδὲ εὐθύνῃς ἡμᾶς ἐν βεβηλώσει ἵνα μὴ καυχήσωνται οἱ παράνομοι ἐν θυμῷ αὐτῶν μηδὲ ἀγαλλιάσωνται ἐν ὑπερηφανίᾳ γλώσσης αὐτῶν λέγοντες
18that they trampled the house of holiness as the houses of abominations are trampled.
ἡμεῖς κατεπατήσαμεν τὸν οἶκον τοῦ ἁγιασμοῦ ὡς καταπατοῦνται οἱ οἶκοι τῶν προσοχθισμάτων
19'Wipe away our sins, disperse our errors, and display Your compassion at this hour.
ἀπάλειψον τὰς ἁμαρτίας ἡμῶν καὶ διασκέδασον τὰς ἀμβλακίας ἡμῶν καὶ ἐπίφανον τὸ ἔλεός σου κατὰ τὴν ὥραν ταύτην
20Let Your mercies come upon us quickly. Grant praise in the mouth of us who have fallen and are crushed in our souls, and bring us peace.'
ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου καὶ δὸς αἰνέσεις ἐν τῷ στόματι τῶν καταπεπτωκότων καὶ συντετριμμένων τὰς ψυχὰς ποιήσας ἡμῖν εἰρήνην
21Then God, who watches over all, our Holy Forefather among the holy ones, heard this lawful supplication and scourged the man who raised himself up in arrogance and audacity.
ἐνταῦθα ὁ πάντων ἐπόπτης θεὸς καὶ προπάτωρ ἅγιος ἐν ἁγίοις εἰσακούσας τῆς ἐνθέσμου λιτανείας τὸν ὕβρει καὶ θράσει μεγάλως ἐπηρμένον ἐμάστιξεν αὐτὸν
22He shook him on one side and the other, as a reed is shaken by the wind, so that he lay powerless on the ground. Besides being paralyzed in his limbs, he was unable to cry out, since he was struck by a righteous judgment.
ἔνθεν καὶ ἔνθεν κραδάνας αὐτὸν ὡς κάλαμον ὑπὸ ἀνέμου ὥστε κατ᾿ ἐδάφους ἄπρακτον ἔτι καὶ τοῖς μέλεσιν παραλελυμένον μηδὲ φωνῆσαι δύνασθαι δικαίᾳ περιπεπληγμένον κρίσει
23Therefore his friends and bodyguards alike were struck by an overwhelming fear, seeing the severe punishment that overtook him. Fearing he would die, quickly they dragged him away.
ὅθεν οἵ τε φίλοι καὶ σωματοφύλακες ὀξεῖαν ἰδόντες τὴν καταλαβοῦσαν αὐτὸν εὔθυναν φοβούμενοι μὴ καὶ τὸ ζῆν ἐκλείπῃ ταχέως αὐτὸν ἐξείλκυσαν ὑπερβάλλοντι καταπεπληγμένοι φόβῳ
24Later, when he recovered, he still did not repent after being chastised, but went his way making bitter threats.
ἐν χρόνῳ δὲ ὕστερον ἀναλεξάμενος αὑτὸν οὐδαμῶς εἰς μετάμελον ἦλθεν ἐπιτιμηθείς ἀπειλὰς δὲ πικρὰς θέμενος ἀνέλυσεν
25Then Ptolemy crossed over to Egypt, where he increased his evil, assisted by the aforementioned drinking companions and comrades, who were unacquainted with anything righteous.
διακομισθεὶς δὲ εἰς τὴν Αἴγυπτον καὶ τὰ τῆς κακίας ἐπαύξων διά τε τῶν προαποδεδειγμένων συμποτῶν καὶ ἑταίρων τοῦ παντὸς δικαίου κεχωρισμένων
26He was not content with his countless acts of indecency, but audaciously proceeded to spread many evil reports throughout the region. Many of his friends observed the king's intentions and adjusted themselves to conform to his will.
οὐ μόνον ταῖς ἀναριθμήτοις ἀσελγείαις διηρκέσθη ἀλλὰ καὶ ἐπὶ τοσοῦτον θράσους προῆλθεν ὥστε δυσφημίας ἐν τοῖς τόποις συνίστασθαι καὶ πολλοὺς τῶν φίλων ἀτενίζοντας εἰς τὴν τοῦ βασιλέως πρόθεσιν καὶ αὐτοὺς ἕπεσθαι τῇ ἐκείνου θελήσει
27He undertook to spread abroad a public blame against the Jewish nation, and raising a plaque on the tower at the palace, he carved this inscription:
προέθετο δημοσίᾳ κατὰ τοῦ ἔθνους διαδοῦναι ψόγον ἐπὶ τοῦ κατὰ τὴν αὐλὴν πύργου στήλην ἀναστήσας ἐκόλαψεν γραφὴν
28'No one shall enter the temple who does not sacrifice, but all the Jews shall be gathered for a census for taxation and reduced to servant status. Those who oppose this will be taken by force and put to death.
μηδένα τῶν μὴ θυόντων εἰς τὰ ἱερὰ αὐτῶν εἰσιέναι πάντας δὲ τοὺς Ιουδαίους εἰς λαογραφίαν καὶ οἰκετικὴν διάθεσιν ἀχθῆναι τοὺς δὲ ἀντιλέγοντας βίᾳ φερομένους τοῦ ζῆν μεταστῆσαι
29Those registered are to be branded by fire on their bodies with the ivy leaf symbol of Dionysus, and they will also return to their former status.'
τούς τε ἀπογραφομένους χαράσσεσθαι καὶ διὰ πυρὸς εἰς τὸ σῶμα παρασήμῳ Διονύσου κισσοφύλλῳ οὓς καὶ καταχωρίσαι εἰς τὴν προσυνεσταλμένην αὐθεντίαν
30But so as not to appear an enemy to all, he wrote underneath: 'If some of them prefer to join those initiated into the mysteries, they will have equal rights of citizenship with the Alexandrians.'
ἵνα δὲ μὴ τοῖς πᾶσιν ἀπεχθόμενος φαίνηται ὑπέγραψεν ἐὰν δέ τινες ἐξ αὐτῶν προαιρῶνται ἐν τοῖς κατὰ τὰς τελετὰς μεμυημένοις ἀναστρέφεσθαι τούτους ἰσοπολίτας Ἀλεξανδρεῦσιν εἶναι
31Some, then, obviously hated the price required to maintain godliness in the city. So they gave themselves up willingly, for they expected greater glory from the association they were about to have with the king.
ἔνιοι μὲν οὖν ἐπιπολαίως τὰς τῆς πόλεως εὐσεβείας ἐπιβάθρας στυγοῦντες εὐχερῶς ἑαυτοὺς ἐδίδοσαν ὡς μεγάλης τινὸς κοινωνήσοντες εὐκλείας ἀπὸ τῆς ἐσομένης τῷ βασιλεῖ συναναστροφῆς
32But most of them prevailed with a noble spirit and did not abandon their faith. They paid money to save their lives and fearlessly exerted themselves to be saved from the census.
οἱ δὲ πλεῖστοι γενναίᾳ ψυχῇ ἐνίσχυσαν καὶ οὐ διέστησαν τῆς εὐσεβείας τά τε χρήματα περὶ τοῦ ζῆν ἀντικαταλλασσόμενοι ἀδεῶς ἐπειρῶντο ἑαυτοὺς ῥύσασθαι ἐκ τῶν ἀπογραφῶν
33They remained hopeful of finding help, while loathing those who isolated themselves from them. They considered them betrayers of the nation, and therefore, deprived them of friendship and assistance.
εὐέλπιδές τε καθειστήκεισαν ἀντιλήμψεως τεύξασθαι καὶ τοὺς ἀποχωροῦντας ἐξ αὐτῶν ἐβδελύσσοντο καὶ ὡς πολεμίους τοῦ ἔθνους ἔκρινον καὶ τῆς κοινῆς συναναστροφῆς καὶ εὐχρηστίας ἐστέρουν