Old Testament
3 Kingdoms 1
1Now King David was old, advanced in years; and they put covers on him, but he could not get warm.
καὶ ὁ βασιλεὺς Δαυιδ πρεσβύτερος προβεβηκὼς ἡμέραις καὶ περιέβαλλον αὐτὸν ἱματίοις καὶ οὐκ ἐθερμαίνετο
2Therefore his servants said to him, 'Let them seek a young woman, a virgin for our lord the king, and she will be beside the king, warming him; she will lie with him, so our lord the king will be warm.'
καὶ εἶπον οἱ παῖδες αὐτοῦ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ παρθένον νεάνιδα καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ᾿ αὐτοῦ καὶ θερμανθήσεται ὁ κύριος ἡμῶν ὁ βασιλεύς
3So they sought for a beautiful young woman throughout all the territory of Israel, and found Abishag the Shunammite, and brought her to the king.
καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ισραηλ καὶ εὗρον τὴν Αβισακ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα
4The young woman was very beautiful; and she warmed the king, and ministered to him; but the king did not know her.
καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν
5Then Adonijah the son of Haggith exalted himself, saying, 'I will be king.' He prepared chariots and horsemen for himself and fifty men to run before him.
καὶ Αδωνιας υἱὸς Αγγιθ ἐπῄρετο λέγων ἐγὼ βασιλεύσω καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ
6His father never at any time rebuked him, saying, 'Why did you do so?' He was also very handsome, and was born after Absalom.
καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων διὰ τί σὺ ἐποίησας καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα καὶ αὐτὸν ἔτεκεν ὀπίσω Αβεσσαλωμ
7Then he conferred with Joab the son of Zeruiah and with Abiathar the priest, and they came to the aid of Adonijah.
καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ιωαβ τοῦ υἱοῦ Σαρουιας καὶ μετὰ Αβιαθαρ τοῦ ἱερέως καὶ ἐβοήθουν ὀπίσω Αδωνιου
8But Zadok the priest, Benaiah the son of Jehoiada, Nathan the prophet, Shimei, Rei, and the mighty men who belonged to David did not follow Adonijah.
καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναθαν ὁ προφήτης καὶ Σεμεϊ καὶ Ρηι καὶ οἱ δυνατοὶ τοῦ Δαυιδ οὐκ ἦσαν ὀπίσω Αδωνιου
9Adonijah sacrificed sheep, calves, and lambs by the stone of the Serpent, by the spring called Rogel, and he invited all his brothers, the king's sons, and all the men of Judah, servants of the king.
καὶ ἐθυσίασεν Αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίθου τοῦ Ζωελεθ ὃς ἦν ἐχόμενα τῆς πηγῆς Ρωγηλ καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς Ιουδα παῖδας τοῦ βασιλέως
10But he did not invite Nathan the prophet, Benaiah, the mighty men, or Solomon his brother.
καὶ τὸν Ναθαν τὸν προφήτην καὶ Βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμων ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσεν
11Nathan spoke to Bathsheba the mother of Solomon, saying, 'Have you not heard, Adonijah the son of Haggith made himself king, and David our lord is unaware of this?
καὶ εἶπεν Ναθαν πρὸς Βηρσαβεε μητέρα Σαλωμων λέγων οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Αδωνιας υἱὸς Αγγιθ καὶ ὁ κύριος ἡμῶν Δαυιδ οὐκ ἔγνω
12Come, let me now give you advice, that you may save your own life and the life of your son Solomon.
καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμων
13Go immediately to King David and say to him, 'Did you not, my lord, O king, swear to your maidservant, saying, 'Assuredly your son Solomon shall reign after me, and he shall sit on my throne'? Why then has Adonijah become king?'
δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα οὐχὶ σύ κύριέ μου βασιλεῦ ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου καὶ τί ὅτι ἐβασίλευσεν Αδωνιας
14Then, while you are still talking there with the king, I also will come in after you and confirm your words.'
καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου
15So Bathsheba went into the chamber to the king. Now the king was very old, and Abishag the Shunammite was ministering to the king.
καὶ εἰσῆλθεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα καὶ Αβισακ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ
16Bathsheba bowed and did homage to the king. Then the king said, 'What do you wish?'
καὶ ἔκυψεν Βηρσαβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν ὁ βασιλεύς τί ἐστίν σοι
17Then she said to him, 'My lord, you did swear by the Lord your God for the sake of your maidservant, saying, 'Solomon your son shall reign after me, and he shall sit on my throne.'
ἡ δὲ εἶπεν κύριέ μου βασιλεῦ σὺ ὤμοσας ἐν κυρίῳ τῷ θεῷ σου τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου
18But now behold, Adonijah has become king, and you, my lord, O king, do not know this.
καὶ νῦν ἰδοὺ Αδωνιας ἐβασίλευσεν καὶ σύ κύριέ μου βασιλεῦ οὐκ ἔγνως
19He sacrificed many calves, lambs, and sheep; and he has invited all the sons of the king, Abiathar the priest, and Joab the commander of the army, but not your servant Solomon.
καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ Ιωαβ τὸν ἄρχοντα τῆς δυνάμεως καὶ τὸν Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν
20As for you, my lord, O king, the eyes of all Israel are on you, to tell them who will sit on the throne of my lord the king after him.
καὶ σύ κύριέ μου βασιλεῦ οἱ ὀφθαλμοὶ παντὸς Ισραηλ πρὸς σὲ ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν
21Otherwise, when my lord the king rests with his fathers, I and my son Solomon will be reckoned as sinners.'
καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔσομαι ἐγὼ καὶ ὁ υἱός μου Σαλωμων ἁμαρτωλοί
22Just then, while she was still talking with the king, Nathan the prophet also came in.
καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναθαν ὁ προφήτης ἦλθεν
23So it was reported to the king, saying, 'Here is Nathan the prophet.' When he came in before the king, he bowed down before the king with his face to the ground.
καὶ ἀνηγγέλη τῷ βασιλεῖ ἰδοὺ Ναθαν ὁ προφήτης καὶ εἰσῆλθεν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν
24Then Nathan said, 'My lord and king, did you say, 'Adonijah shall reign after me, and he shall sit on my throne'?
καὶ εἶπεν Ναθαν κύριέ μου βασιλεῦ σὺ εἶπας Αδωνιας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου
25For he went down today and sacrificed many calves, lambs, and sheep, and invited all the king's sons, and the commanders of the army, and Abiathar the priest. Behold, they are eating and drinking before him, and they said, 'Long live King Adonijah.'
ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν ζήτω ὁ βασιλεὺς Αδωνιας
26But he did not invite me—I your servant—nor Zadok the priest, nor Benaiah the son of Jehoiada, nor your servant Solomon.
καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν
27Was this done by my lord the king, and did you not tell your servant who will sit on the throne of my lord the king after him?'
εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν
28Then King David answered and said, 'Call Bathsheba to me.' So she came into the king's presence and stood before him.
καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν καλέσατέ μοι τὴν Βηρσαβεε καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ
29The king swore an oath and said, 'As the Lord lives, who redeemed my life from every distress,
καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπεν ζῇ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως
30Just as I swore to you by the Lord God of Israel, saying, 'Solomon your son shall be king after me, and he shall sit on my throne in my place,' so I will do today.'
ὅτι καθὼς ὤμοσά σοι ἐν κυρίῳ τῷ θεῷ Ισραηλ λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ᾿ ἐμοῦ ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ
31Then Bathsheba bowed with her face to the earth, and paid homage to the king and said, 'Let my lord, King David, live forever.'
καὶ ἔκυψεν Βηρσαβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυιδ εἰς τὸν αἰῶνα
32Then King David said, 'Call to me Zadok the priest, Nathan the prophet, and Benaiah the son of Jehoiada.' So they came before the king.
καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ καλέσατέ μοι Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως
33The king said to them, 'Take the servants of your lord with you, and have Solomon my son ride on my own mule, and take him down to Gihon.
καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ᾿ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμων ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὸν Γιων
34There let Zadok the priest and Nathan the prophet anoint him as king over Israel, and blow the ram's horn, and say, 'Long live King Solomon!'
καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε ζήτω ὁ βασιλεὺς Σαλωμων
35Then he shall sit on my throne and be king in my place. For I have appointed him to be ruler over Israel and Judah.'
καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ αὐτὸς βασιλεύσει ἀντ᾿ ἐμοῦ καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ισραηλ καὶ Ιουδα
36Benaiah the son of Jehoiada answered the king and said, 'Let it be done. May the Lord, God of my lord the king, establish it.
καὶ ἀπεκρίθη Βαναιας υἱὸς Ιωδαε τῷ βασιλεῖ καὶ εἶπεν γένοιτο οὕτως πιστώσαι κύριος ὁ θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως
37As the Lord has been with my lord the king, even so may He be with Solomon and make his throne greater than the throne of my lord, King David.'
καθὼς ἦν κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυιδ
38So Zadok the priest, Nathan the prophet, Benaiah the son of Jehoiada, the Cherethites, and the Pelethites mounted Solomon on King David's mule, and they led him to Gihon.
καὶ κατέβη Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης καὶ Βαναιας υἱὸς Ιωδαε καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ ἐπεκάθισαν τὸν Σαλωμων ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυιδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸν Γιων
39Then Zadok the priest took a horn of olive oil from the tabernacle and anointed Solomon. They blew the ram's horn, and all the people said, 'Long live King Solomon!'
καὶ ἔλαβεν Σαδωκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν Σαλωμων καὶ ἐσάλπισεν τῇ κερατίνῃ καὶ εἶπεν πᾶς ὁ λαός ζήτω ὁ βασιλεὺς Σαλωμων
40Then all the people went up after him, and the people danced and rejoiced with great joy. So the earth burst forth with their sound.
καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν
41Now Adonijah and all the guests who were with him heard it as they finished eating. Joab also heard the sound of the horn and said, 'Why is the city in such a noisy uproar?'
καὶ ἤκουσεν Αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν καὶ ἤκουσεν Ιωαβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης
42While he was yet speaking, Jonathan, the son of Abiathar the priest, arrived. Adonijah said to him, 'Come in, for you are a prominent man, and you bring good news.'
ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ιωναθαν υἱὸς Αβιαθαρ τοῦ ἱερέως ἦλθεν καὶ εἶπεν Αδωνιας εἴσελθε ὅτι ἀνὴρ δυνάμεως εἶ σύ καὶ ἀγαθὰ εὐαγγέλισαι
43Then Jonathan answered and said to Adonijah, 'No, our lord, King David, made Solomon king.
καὶ ἀπεκρίθη Ιωναθαν καὶ εἶπεν καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυιδ ἐβασίλευσεν τὸν Σαλωμων
44The king sent with him Zadok the priest, Nathan the prophet, Benaiah the son of Jehoiada, the Cherethites, and the Pelethites, and they mounted him on the king's mule.
καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ᾿ αὐτοῦ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεθθι καὶ τὸν φελεθθι καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως
45So Zadok the priest and Nathan the prophet anointed him as king at Gihon. They went up from there rejoicing, so the city is in an uproar. This is the noise you heard.
καὶ ἔχρισαν αὐτὸν Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐν τῷ Γιων καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις αὕτη ἡ φωνή ἣν ἠκούσατε
46Even now, Solomon is seated on the throne of the kingdom.
καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνον τῆς βασιλείας
47The king's servants also went to bless our lord, King David, saying, 'May God make the name of Solomon your son greater than your name, and may He make his throne greater than your throne.' Then the king worshiped upon his bed,
καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυιδ λέγοντες ἀγαθύναι ὁ θεὸς τὸ ὄνομα Σαλωμων τοῦ υἱοῦ σου ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτοῦ
48and the king said, 'Blessed be the Lord God of Israel, who gave one from my seed to sit on my throne today, while my eyes see it.' '
καί γε οὕτως εἶπεν ὁ βασιλεύς εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἔδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν
49So all the guests with Adonijah were afraid, and arose, each one going his own way.
καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ τοῦ Αδωνιου καὶ ἀπῆλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ
50Now Adonijah feared Solomon. So he arose and departed, taking hold of the horns of the altar.
καὶ Αδωνιας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμων καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου
51They reported it to Solomon, saying, 'Indeed, Adonijah is afraid of King Solomon. For behold, he took hold of the horns of the altar, saying, 'Let King Solomon swear to me today that he will not put his servant to death with the sword.' '
καὶ ἀνηγγέλη τῷ Σαλωμων λέγοντες ἰδοὺ Αδωνιας ἐφοβήθη τὸν βασιλέα Σαλωμων καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων ὀμοσάτω μοι σήμερον ὁ βασιλεὺς Σαλωμων εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομφαίᾳ
52Then Solomon said, 'If he proves to be a worthy man, not one hair of him shall fall to the earth. But if wickedness is found in him, he shall die.'
καὶ εἶπεν Σαλωμων ἐὰν γένηται εἰς υἱὸν δυνάμεως εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ θανατωθήσεται
53So King Solomon sent them to bring him down from the altar. He came and fell down before King Solomon; and Solomon said to him, 'Go to your house
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου καὶ εἰσῆλθεν καὶ προσεκύνησεν τῷ βασιλεῖ Σαλωμων καὶ εἶπεν αὐτῷ Σαλωμων δεῦρο εἰς τὸν οἶκόν σου